Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 897 Soph. OC 939 (English) >>Soph. OC 960

939 Κρέων ἐγὼ οὔτʼ ἄνανδρον τήνδε τὴν πόλιν νέμων,
940 τέκνον Αἰγέως, οὔτʼ ἄβουλον, ὡς σὺ φῄς,
τοὔργον τόδʼ ἐξέπραξα, γιγνώσκων δʼ ὅτι
οὐδείς ποτʼ αὐτοὺς τῶν ἐμῶν ἂν ἐμπέσοι
ζῆλος ξυναίμων, ὥστʼ ἐμοῦ τρέφειν βίᾳ.
ᾔδη δʼ ὁθούνεκʼ ἄνδρα καὶ πατροκτόνον
945κἄναγνον οὐ δεξοίατʼ, οὐδʼ ὅτῳ γάμοι
ξυνόντες ηὑρέθησαν ἀνόσιοι τέκνων.
τοιοῦτον αὐτοῖς Ἄρεος εὔβουλον πάγον
ἐγὼ ξυνῄδη χθόνιον ὄνθʼ, ὃς οὐκ ἐᾷ
τοιούσδʼ ἀλήτας τῇδʼ ὁμοῦ ναίειν πόλει·
950 πίστιν ἴσχων τήνδʼ ἐχειρούμην ἄγραν.
καὶ ταῦτʼ ἂν οὐκ ἔπρασσον, εἰ μή μοι πικρὰς
αὐτῷ τʼ ἀρὰς ἠρᾶτο καὶ τὠμῷ γένει·
ἀνθʼ ὧν πεπονθὼς ἠξίουν τάδʼ ἀντιδρᾶν.
θυμοῦ γὰρ οὐδὲν γῆράς ἐστιν ἄλλο πλὴν
955θανεῖν· θανόντων δʼ οὐδὲν ἄλγος ἅπτεται.
πρὸς ταῦτα πράξεις οἷον ἂν θέλῃς· ἐπεὶ
ἐρημία με, κεἰ δίκαιʼ ὅμως λέγω,
σμικρὸν τίθησι· πρὸς δὲ τὰς πράξεις ὅμως,
καὶ τηλικόσδʼ ὤν, ἀντιδρᾶν πειράσομαι.


Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 897 Soph. OC 939 (English) >>Soph. OC 960

Powered by PhiloLogic