Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 939 Soph. OC 960 (English) >>Soph. OC 1014

Οἰδίπους 960 λῆμʼ ἀναιδές, τοῦ καθυβρίζειν δοκεῖς,
πότερον ἐμοῦ γέροντος σαυτοῦ, τόδε;
ὅστις φόνους μοι καὶ γάμους καὶ συμφορὰς
τοῦ σοῦ διῆκας στόματος, ἃς ἐγὼ τάλας
ἤνεγκον ἄκων· θεοῖς γὰρ ἦν οὕτω φίλον,
965τάχʼ ἄν τι μηνίουσιν εἰς γένος πάλαι.
ἐπεὶ καθʼ αὑτόν γʼ οὐκ ἂν ἐξεύροις ἐμοὶ
ἁμαρτίας ὄνειδος οὐδέν, ἀνθʼ ὅτου
τάδʼ εἰς ἐμαυτὸν τοὺς ἐμούς θʼ ἡμάρτανον.
ἐπεὶ δίδαξον, εἴ τι θέσφατον πατρὶ
970χρησμοῖσιν ἱκνεῖθʼ ὥστε πρὸς παίδων θανεῖν,
πῶς ἂν δικαίως τοῦτʼ ὀνειδίζοις ἐμοί,
ὃς οὔτε βλάστας πω γενεθλίους πατρός,
οὐ μητρὸς εἶχον, ἀλλʼ ἀγέννητος τότʼ ;
εἰ δʼ αὖ φανεὶς δύστηνος, ὡς ἐγὼ ʼφάνην,
975ἐς χεῖρας ἦλθον πατρὶ καὶ κατέκτανον,
μηδὲν ξυνιεὶς ὧν ἔδρων εἰς οὕς τʼ ἔδρων,
πῶς ἂν τό γʼ ἆκον πρᾶγμʼ ἂν εἰκότως ψέγοις;
μητρὸς δέ, τλῆμον, οὐκ ἐπαισχύνει γάμους
οὔσης ὁμαίμου σῆς μʼ ἀναγκάζων λέγειν,
980οἵους ἐρῶ τάχʼ· οὐ γὰρ οὖν σιγήσομαι,
σοῦ γʼ εἰς τόδʼ ἐξελθόντος ἀνόσιον στόμα.
ἔτικτε γάρ μʼ ἔτικτεν, ὤμοι μοι κακῶν,
οὐκ εἰδότʼ οὐκ εἰδυῖα, καὶ τεκοῦσά με,
αὑτῆς ὄνειδος παῖδας ἐξέφυσέ μοι.
985ἀλλʼ ἓν γὰρ οὖν ἔξοιδα, σὲ μὲν ἑκόντʼ ἐμὲ
κείνην τε ταῦτα δυσστομεῖν· ἐγὼ δέ νιν
ἄκων ἔγημα φθέγγομαί τʼ ἄκων τάδε.
ἀλλʼ οὐ γὰρ οὔτʼ ἐν τοῖσδʼ ἀκούσομαι κακὸς
γάμοισιν οὔθʼ οὓς αἰὲν ἐμφορεῖς σύ μοι
990φόνους πατρῴους ἐξονειδίζων πικρῶς.
ἓν γάρ μʼ ἄμειψαι μοῦνον ὧν σʼ ἀνιστορῶ.
εἴ τις σὲ τὸν δίκαιον αὐτίκʼ ἐνθάδε
κτείνοι παραστάς, πότερα πυνθάνοιʼ ἂν εἰ
πατήρ σʼ καίνων τίνοιʼ ἂν εὐθέως;
995δοκῶ μέν, εἴπερ ζῆν φιλεῖς, τὸν αἴτιον
τίνοιʼ ἂν οὐδὲ τοὔνδικον περιβλέποις.
τοιαῦτα μέντοι καὐτὸς εἰσέβην κακά,
θεῶν ἀγόντων· οἷς ἐγὼ οὐδὲ τὴν πατρὸς
ψυχὴν ἂν οἶμαι ζῶσαν ἀντειπεῖν ἐμοί.
1000σὺ δʼ, εἶ γὰρ οὐ δίκαιος, ἀλλʼ ἅπαν καλὸν
λέγειν νομίζων ῥητὸν ἄρρητόν τʼ ἔπος,
τοιαῦτʼ ὀνειδίζεις με τῶνδʼ ἐναντίον.
καί σοι τὸ Θησέως ὄνομα θωπεῦσαι καλόν,
καὶ τὰς Ἀθήνας, ὡς κατῴκηνται καλῶς·
1005κᾆθʼ ὧδʼ ἐπαινῶν πολλὰ τοῦδʼ ἐκλανθάνει,
ὁθούνεκʼ εἴ τις γῆ θεοὺς ἐπίσταται
τιμαῖς σεβίζειν, ἥδε τοῦθʼ ὑπερφέρει·
ἀφʼ ἧς σὺ κλέψας τὸν ἱκέτην γέροντʼ ἐμὲ
αὐτόν τʼ ἐχειροῦ τὰς κόρας τʼ οἴχει λαβών.
1010ἀνθʼ ὧν ἐγὼ νῦν τάσδε τὰς θεὰς ἐμοὶ
καλῶν ἱκνοῦμαι καὶ κατασκήπτω λιταῖς
ἐλθεῖν ἀρωγοὺς ξυμμάχους θʼ, ἵνʼ ἐκμάθῃς
οἵων ὑπʼ ἀνδρῶν ἥδε φρουρεῖται πόλις.


Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 939 Soph. OC 960 (English) >>Soph. OC 1014

Powered by PhiloLogic