Strabo, Geography (XML Header) [genre: prose] [word count] [lemma count] [Str.].
<<Str. 14.1.9 Str. 14.1.12 (English English(2)) >>Str. 14.1.15

14.1.10ἐκ δὲ Πύρρας ἐπὶ τὴν ἐκβολὴν τοῦ Μαιάνδρου πεντήκοντα· τεναγώδης δʼ τόπος καὶ ἑλώδης· ἀναπλεύσαντι δʼ ὑπηρετικοῖς σκάφεσι τριάκοντα σταδίους πόλις Μυοῦς, μία τῶν Ἰάδων τῶν δώδεκα, νῦν διʼ ὀλιγανδρίαν Μιλησίοις συμπεπόλισται. ταύτην ὄψον λέγεται Θεμιστοκλεῖ δοῦναι Ξέρξης, ἄρτον δὲ Μαγνησίαν, οἶνον δὲ Λάμψακον. 14.1.11ἔνθεν ἐν σταδίοις τέτταρσι κώμη Καρικὴ Θυμβρία, παρʼ ἣν ἄορνόν ἐστι σπήλαιον ἱερόν, Χαρώνιον λεγόμενον, ὀλεθρίους ἔχον ἀποφοράς. ὑπέρκειται δὲ Μαγνησία πρὸς Μαιάνδρῳ, Μαγνήτων ἀποικία τῶν ἐν Θετταλίᾳ καὶ Κρητῶν, περὶ ἧς αὐτίκα ἐροῦμεν.

14.1.12μετὰ δὲ τὰς ἐκβολὰς τοῦ Μαιάνδρου κατὰ Πριήνην ἐστὶν αἰγιαλός· ὑπὲρ αὐτοῦ δʼ Πριήνη καὶ Μυκάλη τὸ ὄρος εὔθηρον καὶ εὔδενδρον. ἐπίκειται δὲ τῇ Σαμίᾳ καὶ ποιεῖ πρὸς αὐτὴν ἐπέκεινα τῆς Τρωγιλίου καλουμένης ἄκρας ὅσον ἑπταστάδιον πορθμόν. λέγεται δʼ ὑπό τινων Πριήνη Κάδμη, ἐπειδὴ Φιλωτᾶς ἐπικτίσας αὐτὴν Βοιώτιος ὑπῆρχεν· ἐκ Πριήνης δʼ ἦν Βίας εἷς τῶν ἑπτὰ σοφῶν, περὶ οὗ φησιν οὕτως Ἱππῶναξ καὶ δικάσσασθαι Βίαντος τοῦ Πριηνέως κρέσσον.
note

14.1.13τῆς δὲ Τρωγιλίου πρόκειται νησίον ὁμώνυμον· ἐντεῦθεν δὲ τὸ ἐγγυτάτω δίαρμά ἐστιν ἐπὶ Σούνιον σταδίων χιλίων ἑξακοσίων, κατʼ ἀρχὰς μὲν Σάμον ἐν δεξιᾷ ἔχοντι καὶ Ἰκαρίαν καὶ Κορσίας, τοὺς δὲ Μελαντίους σκοπέλους ἐξ εὐωνύμων, τὸ λοιπὸν δὲ διὰ μέσων τῶν Κυκλάδων νήσων. καὶ αὐτὴ δʼ Τρωγίλιος ἄκρα πρόπους τις τῆς Μυκάλης ἐστί. τῇ Μυκάλῃ δʼ ὄρος ἄλλο πρόσκειται τῆς Ἐφεσίας Πακτύης· καὶ Μεσωγὶς δὲ εἰς αὐτὴν καταστρέφει.



Strabo, Geography (XML Header) [genre: prose] [word count] [lemma count] [Str.].
<<Str. 14.1.9 Str. 14.1.12 (English English(2)) >>Str. 14.1.15

Powered by PhiloLogic