Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 1.1 Theoc. Id. 1.1 (English) >>Theoc. Id. 1.34

1.1ἁδύ τι τὸ ψιθύρισμα καὶ πίτυς αἰπόλε τήνα,
ποτὶ ταῖς παγαῖσι μελίσδεται, ἁδὺ δὲ καὶ τὺ
συρίσδες· μετὰ Πᾶνα τὸ δεύτερον ἆθλον ἀποισῇ.
αἴκα τῆνος ἕλῃ κεραὸν τράγον, αἶγα τὺ λαψῇ.
1.5αἴκα δʼ αἶγα λάβῃ τῆνος γέρας, ἐς τὲ καταρρεῖ
χίμαρος· χιμάρῳ δὲ καλὸν κρέας, ἔστε κʼ ἀμέλξῃς.
Αἴπολος ἅδιον ποιμὴν τὸ τεὸν μέλος τὸ καταχὲς
τῆνʼ ἀπὸ τᾶς πέτρας καταλείβεται ὑψόθεν ὕδωρ.
αἴκα ταὶ Μοῖσαι τὰν οἰίδα δῶρον ἄγωνται,
1.10ἄρνα τὺ σακίταν λαψῇ γέρας· αἰ δέ κʼ ἀρέσκῃ
τήναις ἄρνα λαβεῖν, τὺ δὲ τὰν ὄιν ὕστερον ἀξῇ.
Θύρσις Λῇς ποτὶ τᾶν Νυμφᾶν, λῇς αἰπόλε τεῖδε καθίξας,
ὡς τὸ κάταντες τοῦτο γεώλοφον αἵ τε μυρῖκαι,
συρίσδεν; τὰς δʼ αἶγας ἐγὼν ἐν τῷδε νομευσῶ.
Αἴπολος
1.15Οὐ θέμις ποιμὴν τὸ μεσαμβρινόν, οὐ θέμις ἄμμιν
συρίσδεν. τὸν Πᾶνα δεδοίκαμες· γὰρ ἀπʼ ἄγρας
τανίκα κεκμακὼς ἀμπαύεται· ἔστι δὲ πικρός,
καί οἱ ἀεὶ δριμεῖα χολὰ ποτὶ ῥινὶ κάθηται.
ἀλλὰ τὺ γὰρ δὴ Θύρσι τὰ Δάφνιδος ἄλγεʼ ἀείδες
1.20καὶ τᾶς βουκολικᾶς ἐπὶ τὸ πλέον ἵκεο μοίσας,
δεῦρʼ ὑπὸ τὰν πτελέαν ἑσδώμεθα, τῶ τε Πριήπω
καὶ τᾶν Κραναιᾶν κατεναντίον, ᾇπερ θῶκος
τῆνος ποιμενικὸς καὶ ταὶ δρύες. αἰ δέ κʼ ἀείσῃς
ὡς ὅκα τὸν Λιβύαθε ποτὶ Χρόμιν ᾆσας ἐρίσδων,


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 1.1 Theoc. Id. 1.1 (English) >>Theoc. Id. 1.34

Powered by PhiloLogic