Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 1.75 Theoc. Id. 1.101 (English) >>Theoc. Id. 1.130

1.91τάκεαι ὀφθαλμώς, ὅτι οὐ μετὰ ταῖσι χορεύεις.
τὼς δʼ οὐδὲν ποτελέξαθʼ βουκόλος, ἀλλὰ τὸν αὑτῶ
ἄνυε πικρὸν ἔρωτα, καὶ ἐς τέλος ἄνυε μοίρας·
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.
1.95ἦνθέ γε μὰν ἁδεῖα καὶ Κύπρις γελάοισα,
λάθρια μὲν γελάοισα, βαρὺν δʼ ἀνὰ θυμὸν ἔχοισα,
κεἶπε· τύ θην τὸν Ἔρωτα κατεύχεο Δάφνι λυγιξεῖν·
ῥʼ οὐκ αὐτὸς Ἔρωτος ὑπʼ ἀργαλέω ἐλυγίχθης;
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.
τὰν δʼ ἄρα χὡ Δάφνις ποταμείβετο· Κύπρι βαρεῖα,
1.101Κύπρι νεμεσσατά, Κύπρι θνατοῖσιν ἀπεχθής·
ἤδη γὰρ φράσδῃ πάνθʼ ἅλιον ἄμμι δεδύκειν·
Δάφνις κἠν Ἀίδα κακὸν ἔσσεται ἄλγος Ἔρωτι.
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.
λέγεται τὰν Κύπριν βουκόλος--ἕρπε ποτʼ Ἴδαν,
1.106ἕρπε ποτʼ Ἀγχίσην. τηνεῖ δρύες, ἔνθα κύπειρος·
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.
ὡραῖος χὥδωνις, ἐπεὶ καὶ μᾶλα νομεύει.
1.110καὶ πτῶκας βάλλει καὶ θηρία πάντα διώκει.
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.
αὖθις ὅπως στασῇ Διομήδεος ἆσσον ἰοῖσα,
καὶ λέγε· τὸν βούταν νικῶ Δάφνιν, ἀλλὰ μάχευ μοι.
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.
1.115 λύκοι, θῶες, ἀνʼ ὤρεα φωλάδες ἄρκτοι,
χαίρεθʼ. βουκόλος ὔμμιν ἐγὼ Δάφνις οὐκέτʼ ἀνʼ ὕλαν,
οὐκέτʼ ἀνὰ δρυμώς, οὐκ ἄλσεα. χαῖρʼ Ἀρέθοισα,
καὶ ποταμοί, τοὶ χεῖτε καλὸν κατὰ Θύμβριδος ὕδωρ.
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 1.75 Theoc. Id. 1.101 (English) >>Theoc. Id. 1.130

Powered by PhiloLogic