Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 1.95 Theoc. Id. 1.125 (English) >>Theoc. Id. 1.150

1.115 λύκοι, θῶες, ἀνʼ ὤρεα φωλάδες ἄρκτοι,
χαίρεθʼ. βουκόλος ὔμμιν ἐγὼ Δάφνις οὐκέτʼ ἀνʼ ὕλαν,
οὐκέτʼ ἀνὰ δρυμώς, οὐκ ἄλσεα. χαῖρʼ Ἀρέθοισα,
καὶ ποταμοί, τοὶ χεῖτε καλὸν κατὰ Θύμβριδος ὕδωρ.
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.
1.120Δάφνις ἐγὼν ὅδε τῆνος τὰς βόας ὧδε νομεύων,
Δάφνις τὼς ταύρως καὶ πόρτιας ὧδε ποτίσδων.
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.
Πὰν Πάν, εἴτʼ ἐσσὶ κατʼ ὤρεα μακρὰ Λυκαίω,
εἴτε τύ γʼ ἀμφιπολεῖς μέγα Μαίναλον, ἔνθʼ ἐπὶ νᾶσον
1.125τὰν Σικελάν, Ἑλίκας δὲ λίπε ῥίον αἰπύ τε σᾶμα
τῆνο Λυκαονίδαο, τὸ καὶ μακάρεσσιν ἀγητόν.
λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς.
ἔνθʼ ὦναξ καὶ τάνδε φέρευ πακτοῖο μελίπνουν
ἐκ κηρῶ σύριγγα καλάν, περὶ χεῖλος ἑλικτάν.
1.130 γὰρ ἐγὼν ὑπʼ ἔρωτος ἐς ᾍδαν ἕλκομαι ἤδη.
λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς.
νῦν δʼ ἴα μὲν φορέοιτε βάτοι, φορέοιτε δʼ ἄκανθαι,
δὲ καλὰ νάρκισσος ἐπʼ ἀρκεύθοισι κομάσαι·
πάντα δʼ ἔναλλα γένοιτο, καὶ πίτυς ὄχνας ἐνείκαι.
Δάφνις ἐπεὶ θνάσκει· καὶ τὼς κύνας ὥλαφος ἕλκοι,
1.136κἠξ ὀρέων τοὶ σκῶπες ἀηδόσι γαρύσαιντο.
λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς.
χὡ μὲν τόσσʼ εἰπὼν ἀπεπαύσατο· τὸν δʼ Ἀφροδίτα
ἤθελʼ ἀνορθῶσαι· τά γε μὰν λίνα πάντα λελοίπει


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 1.95 Theoc. Id. 1.125 (English) >>Theoc. Id. 1.150

Powered by PhiloLogic