Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 1.15 | Theoc. Id. 1.41 (English) | >>Theoc. Id. 1.65 |
1.30κισσὸς ἑλιχρύσῳ κεκονιμένος · ἁ δὲ κατʼ αὐτὸν
καρπῷ ἕλιξ εἱλεῖται ἀγαλλομένα κροκόεντι .
ἔντοσθεν δὲ γυνά , τὶ θεῶν δαίδαλμα τέτυκται ,
ἀσκητὰ πέπλῳ τε καὶ ἄμπυκι . πὰρ δέ οἱ ἄνδρες
1.34καλὸν ἐθειράζοντες ἀμοιβαδὶς ἄλλοθεν ἄλλος
νεικείουσʼ ἐπέεσσι . τὰ δʼ οὐ φρενὸς ἅπτεται αὐτᾶς ·
ἀλλʼ ὁκὰ μὲν τῆνον ποτιδέρκεται ἄνδρα γελᾶσα ,
ἄλλοκα δʼ αὖ ποτὶ τὸν ῥιπτεῖ νόον . οἱ δʼ ὑπʼ ἔρωτος
δηθὰ κυλοιδιόωντες ἐτώσια μοχθίζοντι .
τοῖς δὲ μετὰ γριπεύς τε γέρων πέτρα τε τέτυκται
λεπράς , ἐφʼ ᾇ σπεύδων μέγα δίκτυον ἐς βόλον ἕλκει
1.41ὁ πρέσβυς , κάμνοντι τὸ καρτερὸν ἀνδρὶ ἐοικώς .
φαίης κεν γυίων νιν ὅσον σθένος ἐλλοπιεύειν ·
ὧδέ οἱ ᾠδήκαντι κατʼ αὐχένα πάντοθεν ἶνες
καὶ πολιῷ περ ἐόντι , τὸ δὲ σθένος ἄξιον ἅβας .
1.45τυτθὸν δʼ ὅσσον ἄπωθεν ἁλιτρύτοιο γέροντος
πυρναίαις σταφυλαῖσι καλὸν βέβριθεν ἀλωά ,
τὰν ὀλίγος τις κῶρος ἐφʼ αἱμασιαῖσι φυλάσσει
ἥμενος · ἀμφὶ δέ νιν δύʼ ἀλώπεκες ἁ μὲν ἀνʼ ὄρχως
φοιτῇ σινομένα τὰν τρώξιμον , ἁ δʼ ἐπὶ πήρᾳ
1.50πάντα δόλον κεύθοισα τὸ παιδίον οὐ πρὶν ἀνησεῖν
φατὶ πρὶν ἢ ἀκράτιστον ἐπὶ ξηροῖσι καθίξῃ .
αὐτὰρ ὅγʼ ἀνθερίκοισι καλὰν πλέκει ἀκριδοθήραν
σχοίνῳ ἐφαρμόσδων · μέλεται δέ οἱ οὔτέ τι πήρας
οὔτε φυτῶν τοσσῆνον , ὅσον περὶ πλέγματι γαθεῖ .
παντᾷ δʼ ἀμφὶ δέπας περιπέπταται ὑγρὸς ἄκανθος ·
1.34
1.41
1.45
1.50
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 1.15 | Theoc. Id. 1.41 (English) | >>Theoc. Id. 1.65 |