Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 1.45 Theoc. Id. 1.71 (English) >>Theoc. Id. 1.95

1.60ἄχραντον. τῷ καί τυ μάλα πρόφρων ἀρεσαίμαν,
αἴκά μοι τὺ φίλος τὸν ἐφίμερον ὕμνον ἀείσῃς.
κοὔτί τυ κερτομέω. πόταγʼ ὦγαθέ· τὰν γὰρ ἀοιδὰν
οὔτί πᾳ εἰς Ἀίδαν γε τὸν ἐκλελάθοντα φυλαξεῖς.
Θύρσις Ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.
1.65Θύρσις ὅδʼ ὡξ Αἴτνας, καὶ Θύρσιδος ἁδέα φωνά.
πᾷ ποκʼ ἄρʼ ἦσθʼ, ὅκα Δάφνις ἐτάκετο, πᾷ ποκα Νύμφαι;
κατὰ Πηνειῶ καλὰ τέμπεα; κατὰ Πίνδω;
οὐ γὰρ δὴ ποταμοῖο μέγαν ῥόον εἴχετʼ Ἀνάπω,
οὐδʼ Αἴτνας σκοπιάν, οὐδʼ Ἄκιδος ἱερὸν ὕδωρ.
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.
1.71τῆνον μὰν θῶες, τῆνον λύκοι ὠρύσαντο,
τῆνον χὠκ δρυμοῖο λέων ἔκλαυσε θανόντα.
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.
πολλαί οἱ πὰρ ποσσὶ βόες, πολλοὶ δέ τε ταῦροι,
1.75πολλαὶ δʼ αὖ δαμάλαι καὶ πόρτιες ὠδύραντο.
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.
ἦνθʼ Ἑρμᾶς πράτιστος ἀπʼ ὤρεος, εἶπε δέ· Δάφνι,
τίς τυ κατατρύχει; τίνος ὦγαθὲ τόσσον ἔρασαι;
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.
1.80ἦνθον τοὶ βοῦται, τοὶ ποιμένες, ᾡπόλοι ἦνθον·
πάντες ἀνηρώτευν, τί πάθοι κακόν. ἦνθʼ Πρίηπος
κἤφα· Δάφνι τάλαν, τί τὺ τάκεαι, δέ τε κώρα
πάσας ἀνὰ κράνας, πάντʼ ἄλσεα ποσσὶ φορεῖται--
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς--


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 1.45 Theoc. Id. 1.71 (English) >>Theoc. Id. 1.95

Powered by PhiloLogic