Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 1.45 | Theoc. Id. 1.71 (English) | >>Theoc. Id. 1.95 |
1.60ἄχραντον . τῷ καί τυ μάλα πρόφρων ἀρεσαίμαν ,
αἴκά μοι τὺ φίλος τὸν ἐφίμερον ὕμνον ἀείσῃς .
κοὔτί τυ κερτομέω . πόταγʼ ὦγαθέ · τὰν γὰρ ἀοιδὰν
οὔτί πᾳ εἰς Ἀίδαν γε τὸν ἐκλελάθοντα φυλαξεῖς .
ΘύρσιςἌρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς .
1.65Θύρσις ὅδʼ ὡξ Αἴτνας , καὶ Θύρσιδος ἁδέα φωνά .
πᾷ ποκʼ ἄρʼ ἦσθʼ , ὅκα Δάφνις ἐτάκετο , πᾷ ποκα Νύμφαι ;
ἢ κατὰ Πηνειῶ καλὰ τέμπεα ; ἢ κατὰ Πίνδω ;
οὐ γὰρ δὴ ποταμοῖο μέγαν ῥόον εἴχετʼ Ἀνάπω ,
οὐδʼ Αἴτνας σκοπιάν , οὐδʼ Ἄκιδος ἱερὸν ὕδωρ .
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς .
1.71τῆνον μὰν θῶες , τῆνον λύκοι ὠρύσαντο ,
τῆνον χὠκ δρυμοῖο λέων ἔκλαυσε θανόντα .
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς .
πολλαί οἱ πὰρ ποσσὶ βόες , πολλοὶ δέ τε ταῦροι ,
1.75πολλαὶ δʼ αὖ δαμάλαι καὶ πόρτιες ὠδύραντο .
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς .
ἦνθʼ Ἑρμᾶς πράτιστος ἀπʼ ὤρεος , εἶπε δέ · Δάφνι ,
τίς τυ κατατρύχει ; τίνος ὦγαθὲ τόσσον ἔρασαι ;
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς .
1.80ἦνθον τοὶ βοῦται , τοὶ ποιμένες , ᾡπόλοι ἦνθον ·
πάντες ἀνηρώτευν , τί πάθοι κακόν . ἦνθʼ ὁ Πρίηπος
κἤφα · Δάφνι τάλαν , τί τὺ τάκεαι , ἁ δέ τε κώρα
πάσας ἀνὰ κράνας , πάντʼ ἄλσεα ποσσὶ φορεῖται --
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς --
Θύρσις
1.65
1.71
1.75
1.80
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 1.45 | Theoc. Id. 1.71 (English) | >>Theoc. Id. 1.95 |