Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 1.60 | Theoc. Id. 1.85 (English) | >>Theoc. Id. 1.115 |
1.75πολλαὶ δʼ αὖ δαμάλαι καὶ πόρτιες ὠδύραντο .
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς .
ἦνθʼ Ἑρμᾶς πράτιστος ἀπʼ ὤρεος , εἶπε δέ · Δάφνι ,
τίς τυ κατατρύχει ; τίνος ὦγαθὲ τόσσον ἔρασαι ;
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς .
1.80ἦνθον τοὶ βοῦται , τοὶ ποιμένες , ᾡπόλοι ἦνθον ·
πάντες ἀνηρώτευν , τί πάθοι κακόν . ἦνθʼ ὁ Πρίηπος
κἤφα · Δάφνι τάλαν , τί τὺ τάκεαι , ἁ δέ τε κώρα
πάσας ἀνὰ κράνας , πάντʼ ἄλσεα ποσσὶ φορεῖται --
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς --
1.85ζάτεισʼ ; ἆ δύσερώς τις ἄγαν καὶ ἀμήχανος ἐσσί .
βούτας μὰν ἐλέγευ , νῦν δʼ αἰπόλῳ ἀνδρὶ ἔοικας .
ᾡπόλος ὅκκʼ ἐσορῇ τὰς μηκάδας οἷα βατεῦνται ,
τάκεται ὀφθαλμώς , ὅτι οὐ τράγος αὐτὸς ἔγεντο .
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς .
καὶ τὺ δʼ ἐπεί κʼ ἐσορῇς τὰς παρθένος οἷα γελᾶντι ,
1.91τάκεαι ὀφθαλμώς , ὅτι οὐ μετὰ ταῖσι χορεύεις .
τὼς δʼ οὐδὲν ποτελέξαθʼ ὁ βουκόλος , ἀλλὰ τὸν αὑτῶ
ἄνυε πικρὸν ἔρωτα , καὶ ἐς τέλος ἄνυε μοίρας ·
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς .
1.95ἦνθέ γε μὰν ἁδεῖα καὶ ἁ Κύπρις γελάοισα ,
λάθρια μὲν γελάοισα , βαρὺν δʼ ἀνὰ θυμὸν ἔχοισα ,
κεἶπε · τύ θην τὸν Ἔρωτα κατεύχεο Δάφνι λυγιξεῖν ·
ἦ ῥʼ οὐκ αὐτὸς Ἔρωτος ὑπʼ ἀργαλέω ἐλυγίχθης ;
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς .
τὰν δʼ ἄρα χὡ Δάφνις ποταμείβετο · Κύπρι βαρεῖα ,
1.80
1.85
1.91
1.95
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 1.60 | Theoc. Id. 1.85 (English) | >>Theoc. Id. 1.115 |