Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 1.60 Theoc. Id. 1.85 (English) >>Theoc. Id. 1.115

1.75πολλαὶ δʼ αὖ δαμάλαι καὶ πόρτιες ὠδύραντο.
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.
ἦνθʼ Ἑρμᾶς πράτιστος ἀπʼ ὤρεος, εἶπε δέ· Δάφνι,
τίς τυ κατατρύχει; τίνος ὦγαθὲ τόσσον ἔρασαι;
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.
1.80ἦνθον τοὶ βοῦται, τοὶ ποιμένες, ᾡπόλοι ἦνθον·
πάντες ἀνηρώτευν, τί πάθοι κακόν. ἦνθʼ Πρίηπος
κἤφα· Δάφνι τάλαν, τί τὺ τάκεαι, δέ τε κώρα
πάσας ἀνὰ κράνας, πάντʼ ἄλσεα ποσσὶ φορεῖται--
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς--
1.85ζάτεισʼ; δύσερώς τις ἄγαν καὶ ἀμήχανος ἐσσί.
βούτας μὰν ἐλέγευ, νῦν δʼ αἰπόλῳ ἀνδρὶ ἔοικας.
ᾡπόλος ὅκκʼ ἐσορῇ τὰς μηκάδας οἷα βατεῦνται,
τάκεται ὀφθαλμώς, ὅτι οὐ τράγος αὐτὸς ἔγεντο.
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.
καὶ τὺ δʼ ἐπεί κʼ ἐσορῇς τὰς παρθένος οἷα γελᾶντι,
1.91τάκεαι ὀφθαλμώς, ὅτι οὐ μετὰ ταῖσι χορεύεις.
τὼς δʼ οὐδὲν ποτελέξαθʼ βουκόλος, ἀλλὰ τὸν αὑτῶ
ἄνυε πικρὸν ἔρωτα, καὶ ἐς τέλος ἄνυε μοίρας·
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.
1.95ἦνθέ γε μὰν ἁδεῖα καὶ Κύπρις γελάοισα,
λάθρια μὲν γελάοισα, βαρὺν δʼ ἀνὰ θυμὸν ἔχοισα,
κεἶπε· τύ θην τὸν Ἔρωτα κατεύχεο Δάφνι λυγιξεῖν·
ῥʼ οὐκ αὐτὸς Ἔρωτος ὑπʼ ἀργαλέω ἐλυγίχθης;
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.
τὰν δʼ ἄρα χὡ Δάφνις ποταμείβετο· Κύπρι βαρεῖα,


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 1.60 Theoc. Id. 1.85 (English) >>Theoc. Id. 1.115

Powered by PhiloLogic