Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 9 Theoc. Id. 10 (English) >>Theoc. Id. 11

Ἐργατίναι Θερισταί Μίλων10.1Ἐργατίνα βουκαῖε, τί νῦν ᾦζυρὲ πεπόνθεις;
οὔθʼ ἑὸν ὄγμον ἄγειν ὀρθὸν δύνᾳ, ὡς τὸ πρὶν ἆγες,
οὔθʼ ἅμα λᾳοτομεῖς τῷ πλατίον, ἀλλʼ ἀπολείπῃ
ὥσπερ ὄις ποίμνας, ἇς τὸν πόδα κάκτος ἔτυψε.
10.5ποῖός τις δείλαν τυ καὶ ἐκ μέσω ἄματος ἐσσῇ,
ὃς νῦν ἀρχόμενος τᾶς αὔλακος οὐκ ἀποτρώγεις;
Βάττος Μίλων ὀψαμάτα, πέτρας ἀπόκομμʼ ἀτεράμνω,
οὐδαμά τοι συνέβα ποθέσαι τινὰ τῶν ἀπεόντων;
Μίλων οὐδαμά. τίς δὲ πόθος τῶν ἔκτοθεν ἐργάτᾳ ἀνδρί;
Βάττος
10.10οὐδαμά νυν συνέβα τοι ἀγρυπνῆσαι διʼ ἔρωτα;
Μίλων μηδέ γε συμβαίη· χαλεπὸν χορίω κύνα γεῦσαι.
Βάττος ἀλλʼ ἐγὼ Μίλων ἔραμαι σχεδὸν ἑνδεκαταῖος.
Μίλων ἐκ πίθω ἀντλεῖς δῆλον· ἐγὼ δʼ ἔχω οὐδʼ ἅλις ὄξος.
Βάττος τοιγάρτοι πρὸ θυρᾶν μοι ἀπὸ σπόρω ἄσκαλα πάντα.
Μίλων
10.15τίς δέ τυ τᾶν παίδων λυμαίνεται;
Βάττος Πολυβώτα,
πρᾶν ἀμάντεσσι παρʼ Ἱπποκίωνι ποταύλει.
Μίλων εὗρε θεὸς τὸν ἀλιτρόν· ἔχεις πάλαι ὧν ἐπεθύμεις.
μάντίς τοι τὰν νύκτα χροϊξεῖθʼ καλαμαία.
Βάττος μωμᾶσθαί μʼ ἄρχῃ τύ· τυφλὸς δʼ οὐκ αὐτὸς Πλοῦτος,
10.20ἀλλὰ καὶ ὡφρόντιστος Ἔρως. μὴ δὴ μέγα μυθεῦ.
Μίλων οὐ μέγα μυθεῦμαι· τὺ μόνον κατάβαλλε τὸ λᾷον,
καί τι κόρας φιλικὸν μέλος ἀμβάλευ. ἅδιον οὑτῶς
ἐργαξῇ· καὶ μὰν πρότερόν ποκα μουσικὸς ἦσθα.
Βάττος Μοῖσαι Πιερίδες, συναείσατε τὰν ῥαδινάν μοι
παῖδʼ· ὧν γάρ χʼ ἅψησθε θεαί, καλὰ πάντα ποεῖτε.
10.26Βομβύκα χαρίεσσα, Σύραν καλέοντί τυ πάντες,
ἰσχνὰν ἁλιόκαυστον, ἐγὼ δὲ μόνος μελίχλωρον.
καὶ τὸ ἴον μέλαν ἐστὶ καὶ γραπτὰ ὑάκινθος,
ἀλλʼ ἔμπας ἐν τοῖς στεφάνοις τὰ πρᾶτα λέγονται.
10.30 αἲξ τὰν κύτισον, λύκος τὰν αἶγα διώκει,
γέρανος τὤροτρον, ἐγὼ δʼ ἐπὶ τὶν μεμάνημαι.
αἴθέ μοι ἦς, ὅσσα Κροῖσόν ποκα φαντὶ πεπᾶσθαι,
χρύσεοι ἀμφότεροί κʼ ἀνεκείμεθα τᾷ Ἀφροδίτᾳ,
τὼς αὐλὼς μὲν ἔχοισα καὶ ῥόδον μᾶλον τύ,
σχῆμα δʼ ἐγὼ καὶ καινὰς ἐπʼ ἀμφοτέροισιν ἀμύκλας.
10.36Βομβύκα χαρίεσσʼ, οἱ μὲν πόδες ἀστράγαλοί τευς,
φωνὰ δὲ τρύχνος· τὸν μὰν τρόπον οὐκ ἔχω εἰπεῖν.
Μίλων καλὰς ἄμμι ποέων ἐλελήθει βοῦκος ἀοιδάς.
ὡς εὖ τὰν ἰδέαν τᾶς ἁρμονίας ἐμέτρησεν.
10.40ὤμοι τῶ πώγωνος, ὃν ἀλιθίως ἀνέφυσα.
θᾶσαι δὴ καὶ ταῦτα τὰ τῶ θείω Λιτυέρσα.
Δάματερ πολύκαρπε πολύσταχυ, τοῦτο τὸ λᾷον
εὔεργόν τʼ εἴη καὶ κάρπιμον ὅττι μάλιστα.
Σφίγγετʼ ἀμαλλοδέται τὰ δράγματα, μὴ παριών τις
10.45εἴποι· σύκινοι ἄνδρες, ἀπώλετο χοὖτος μισθός.
Ἐς βορέην ἄνεμον τᾶς κόρθυος τομὰ ὔμμιν
ζέφυρον βλεπέτω· πιαίνεται στάχυς οὑτῶς.
Σῖτον ἀλοιῶντας φεύγειν τὸ μεσαμβρινὸν ὕπνον·
ἐκ καλάμας ἄχυρον τελέθει τημόσδε μάλιστα.
10.50ἄρχεσθαι δʼ ἀμῶντας ἐγειρομένω κορυδαλλῶ,
καὶ λήγειν εὕδοντος, ἐλινῦσαι δὲ τὸ καῦμα.
Εὐκτὸς τῶ βατράχω παῖδες βίος· οὐ μελεδαίνει
τὸν προπιεῖν ἐγχεῦντα· πάρεστι γὰρ ἄφθονον αὐτῷ.
Κάλλιον ʼπιμελητὰ φιλάργυρε τὸν φακὸν ἕψειν·
10.55μή τι τάμῃς τὰν χεῖρα καταπρίων τὸ κύμινον.
Ταῦτα χρὴ μοχθεῦντας ἐν ἁλίῳ ἄνδρας ἀείδειν,
τὸν δὲ τεὸν βουκαῖε πρέπει λιμηρὸν ἔρωτα
μυθίσδεν τᾷ ματρὶ κατʼ εὐνὰν ὀρθρευοίσᾳ.


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 9 Theoc. Id. 10 (English) >>Theoc. Id. 11

Powered by PhiloLogic