Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 10.1 Theoc. Id. 10.15 (English) >>Theoc. Id. 10.40

10.5ποῖός τις δείλαν τυ καὶ ἐκ μέσω ἄματος ἐσσῇ,
ὃς νῦν ἀρχόμενος τᾶς αὔλακος οὐκ ἀποτρώγεις;
Βάττος Μίλων ὀψαμάτα, πέτρας ἀπόκομμʼ ἀτεράμνω,
οὐδαμά τοι συνέβα ποθέσαι τινὰ τῶν ἀπεόντων;
Μίλων οὐδαμά. τίς δὲ πόθος τῶν ἔκτοθεν ἐργάτᾳ ἀνδρί;
Βάττος
10.10οὐδαμά νυν συνέβα τοι ἀγρυπνῆσαι διʼ ἔρωτα;
Μίλων μηδέ γε συμβαίη· χαλεπὸν χορίω κύνα γεῦσαι.
Βάττος ἀλλʼ ἐγὼ Μίλων ἔραμαι σχεδὸν ἑνδεκαταῖος.
Μίλων ἐκ πίθω ἀντλεῖς δῆλον· ἐγὼ δʼ ἔχω οὐδʼ ἅλις ὄξος.
Βάττος τοιγάρτοι πρὸ θυρᾶν μοι ἀπὸ σπόρω ἄσκαλα πάντα.
Μίλων
10.15τίς δέ τυ τᾶν παίδων λυμαίνεται;
Βάττος Πολυβώτα,
πρᾶν ἀμάντεσσι παρʼ Ἱπποκίωνι ποταύλει.
Μίλων εὗρε θεὸς τὸν ἀλιτρόν· ἔχεις πάλαι ὧν ἐπεθύμεις.
μάντίς τοι τὰν νύκτα χροϊξεῖθʼ καλαμαία.
Βάττος μωμᾶσθαί μʼ ἄρχῃ τύ· τυφλὸς δʼ οὐκ αὐτὸς Πλοῦτος,
10.20ἀλλὰ καὶ ὡφρόντιστος Ἔρως. μὴ δὴ μέγα μυθεῦ.
Μίλων οὐ μέγα μυθεῦμαι· τὺ μόνον κατάβαλλε τὸ λᾷον,
καί τι κόρας φιλικὸν μέλος ἀμβάλευ. ἅδιον οὑτῶς
ἐργαξῇ· καὶ μὰν πρότερόν ποκα μουσικὸς ἦσθα.
Βάττος Μοῖσαι Πιερίδες, συναείσατε τὰν ῥαδινάν μοι
παῖδʼ· ὧν γάρ χʼ ἅψησθε θεαί, καλὰ πάντα ποεῖτε.
10.26Βομβύκα χαρίεσσα, Σύραν καλέοντί τυ πάντες,
ἰσχνὰν ἁλιόκαυστον, ἐγὼ δὲ μόνος μελίχλωρον.
καὶ τὸ ἴον μέλαν ἐστὶ καὶ γραπτὰ ὑάκινθος,
ἀλλʼ ἔμπας ἐν τοῖς στεφάνοις τὰ πρᾶτα λέγονται.


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 10.1 Theoc. Id. 10.15 (English) >>Theoc. Id. 10.40

Powered by PhiloLogic