Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 10 Theoc. Id. 11 (English) >>Theoc. Id. 12

Κύκλωψ 11.1 Οὐδὲν πὸτ τὸν ἔρωτα πεφύκει φάρμακον ἄλλο
Νικία οὔτʼ ἔγχριστον, ἐμὶν δοκεῖ, οὔτʼ ἐπίπαστον,
ταὶ Πιερίδες· κοῦφον δέ τι τοῦτο καὶ ἁδὺ
γίνετʼ ἐπʼ ἀνθρώποις, εὑρεῖν δʼ οὐ ῥᾴδιόν ἐστι.
11.5γινώσκειν δʼ οἶμαί τυ καλῶς ἰατρὸν ἐόντα
καὶ ταῖς ἐννέα δὴ πεφιλημένον ἔξοχα Μοίσαις.
οὕτω γοῦν ῥάιστα διᾶγʼ Κύκλωψ παρʼ ἁμῖν,
ὡρχαῖος Πολύφαμος, ὅκʼ ἤρατο τᾶς Γαλατείας,
ἄρτι γενειάσδων περὶ τὸ στόμα τὼς κροτάφως τε.
11.10ἤρατο δʼ οὐ μάλοις οὐδὲ ῥόδῳ οὐδὲ κικίννοις,
ἀλλʼ ὀρθαῖς μανίαις, ἁγεῖτο δὲ πάντα πάρεργα.
πολλάκι ταὶ ὄιες ποτὶ ταὐλίον αὐταὶ ἀπῆνθον
χλωρᾶς ἐκ βοτάνας· δὲ τὰν Γαλάτειαν ἀείδων
αὐτόθʼ ἐπʼ ἀιόνος κατετάκετο φυκιοέσσας
11.15ἐξ ἀοῦς, ἔχθιστον ἔχων ὑποκάρδιον ἕλκος
Κύπριδος ἐκ μεγάλας, τό οἱ ἥπατι πᾶξε βέλεμνον.
ἀλλὰ τὸ φάρμακον εὗρε, καθεζόμενος δʼ ἐπὶ πέτρας
ὑψηλᾶς ἐς πόντον ὁρῶν ἄειδε τοιαῦτα.
λευκὰ Γαλάτεια, τί τὸν φιλέοντʼ ἀποβάλλῃ;
11.20λευκοτέρα πακτᾶς ποτιδεῖν, ἁπαλωτέρα ἀρνός,
μόσχω γαυροτέρα, σφριγανωτέρα ὄμφακος ὠμᾶς.
φοιτῇς δʼ αὖθʼ οὑτῶς, ὅκκα γλυκὺς ὕπνος ἔχῃ με,
οἴχῃ δʼ εὐθὺς ἰοῖσʼ, ὅκκα γλυκὺς ὕπνος ἀνῇ με,
φεύγεις δʼ ὥσπερ ὄις πολιὸν λύκον ἀθρήσασα.
11.25ἠράσθην μὲν ἔγωγε τεοῦς κόρα, ἁνίκα πρᾶτον
ἦνθες ἐμᾷ σὺν ματρὶ θέλοισʼ ὑακίνθινα φύλλα
ἐξ ὄρεος δρέψασθαι, ἐγὼ δʼ ὁδὸν ἁγεμόνευον.
παύσασθαι δʼ ἐσιδών τυ καὶ ὕστερον οὐδέ τί πᾳ νῦν
ἐκ τήνω δύναμαι· τὶν δʼ οὐ μέλει, οὐ μὰ Δίʼ οὐδέν.
11.30γινώσκω χαρίεσσα κόρα, τίνος ὥνεκα φεύγεις·
ὥνεκά μοι λασία μὲν ὀφρῦς ἐπὶ παντὶ μετώπῳ
ἐξ ὠτὸς τέταται ποτὶ θώτερον ὦς μία μακρά,
εἷς δʼ ὀφθαλμὸς ἔπεστι, πλατεῖα δὲ ῥὶς ἐπὶ χείλει.
ἀλλʼ οὗτος τοιοῦτος ἐὼν βοτὰ χίλια βόσκω,
11.35κἠκ τούτων τὸ κράτιστον ἀμελγόμενος γάλα πίνω·
τυρὸς δʼ οὐ λείπει μʼ οὔτʼ ἐν θέρει οὔτʼ ἐν ὀπώρᾳ,
οὐ χειμῶνος ἄκρω· ταρσοὶ δʼ ὑπεραχθέες αἰεί.
συρίσδεν δʼ ὡς οὔτις ἐπίσταμαι ὧδε Κυκλώπων,
τὶν τὸ φίλον γλυκύμαλον ἁμᾷ κἠμαυτὸν ἀείδων
πολλάκι νυκτὸς ἀωρί. τρέφω δέ τοι ἕνδεκα νεβρὼς
11.41πάσας μαννοφόρως καὶ σκύμνως τέσσαρας ἄρκτων.
ἀλλʼ ἀφίκευσο ποθʼ ἁμέ, καὶ ἑξεῖς οὐδὲν ἔλασσον,
τὰν γλαυκὰν δὲ θάλασσαν ἔα ποτὶ χέρσον ὀρεχθεῖν.
ἅδιον ἐν τὤντρῳ παρʼ ἐμὶν τὰν νύκτα διαξεῖς.
11.45ἐντὶ δάφναι τηνεῖ, ἐντὶ ῥαδιναὶ κυπάρισσοι,
ἔστι μέλας κισσός, ἔστʼ ἄμπελος γλυκύκαρπος,
ἔστι ψυχρὸν ὕδωρ, τό μοι πολυδένδρεος Αἴτνα
λευκᾶς ἐκ χιόνος ποτὸν ἀμβρόσιον προΐητι.
τίς κα τῶνδε θάλασσαν ἔχειν καὶ κύμαθʼ ἕλοιτο;
11.50αἰ δέ τοι αὐτὸς ἐγὼ δοκέω λασιώτερος ἦμεν,
ἐντὶ δρυὸς ξύλα μοι καὶ ὑπὸ σποδῷ ἀκάματον πῦρ.
καιόμενος δʼ ὑπὸ τεῦς καὶ τὰν ψυχὰν ἀνεχοίμαν
καὶ τὸν ἕνʼ ὀφθαλμόν, τῶ μοι γλυκερώτερον οὐδέν.
ὤμοι, τʼ οὐκ ἔτεκέν μʼ μάτηρ βράγχιʼ ἔχοντα,
11.55ὡς κατέδυν ποτὶ τὶν καὶ τὰν χέρα τευς ἐφίλασα,
αἰ μὴ τὸ στόμα λῇς, ἔφερον δέ τοι κρίνα λευκὰ
μάκωνʼ ἁπαλὰν ἐρυθρὰ πλαταγώνιʼ ἔχοισαν.
ἀλλὰ τὰ μὲν θέρεος, τὰ δὲ γίνεται ἐν χειμῶνι,
ὥστʼ οὐκ ἄν τοι ταῦτα φέρειν ἅμα πάντʼ ἐδυνάθην.
11.60νῦν μὰν κόριον, νῦν αὐτίκα νεῖν γε μαθεῦμαι,
αἴκα τις σὺν ναῒ πλέων ξένος ὧδʼ ἀφίκηται,
ὡς εἰδῶ, τί ποθʼ ἁδὺ κατοικεῖν τὸν βυθὸν ὔμμιν.
ἐξένθοις Γαλάτεια καὶ ἐξενθοῖσα λάθοιο
ὥσπερ ἐγὼ νῦν ὧδε καθήμενος οἴκαδʼ ἀπενθεῖν.
ποιμαίνειν δʼ ἐθέλοις σὺν ἐμὶν ἅμα καὶ γάλʼ ἀμέλγειν
11.66καὶ τυρὸν πᾶξαι τάμισον δριμεῖαν ἐνεῖσα.
μάτηρ ἀδικεῖ με μόνα, καὶ μέμφομαι αὐτᾷ·
οὐδὲν πήποχʼ ὅλως ποτὶ τὶν φίλον εἶπεν ὑπέρ μευ,
καὶ ταῦτʼ ἆμαρ ἐπʼ ἆμαρ ὁρεῦσά με λεπτὸν ἐόντα.
11.70φασῶ τὰν κεφαλὰν καὶ τὼς πόδας ἀμφοτέρως μευ
σφύζειν, ὡς ἀνιαθῇ, ἐπεὶ κἠγὼν ἀνιῶμαι.
Κύκλωψ Κύκλωψ, πᾷ τὰς φρένας ἐκπεπότασαι;
αἴκʼ ἐνθὼν ταλάρως τε πλέκοις καὶ θαλλὸν ἀμάσας
ταῖς ἄρνεσσι φέροις, τάχα κα πολὺ μᾶλλον ἔχοις νῶν.
11.75τὰν παρεοῖσαν ἄμελγε. τί τὸν φεύγοντα διώκεις;
εὑρησεῖς Γαλάτειαν ἴσως καὶ καλλίονʼ ἄλλαν.
πολλαὶ συμπαίσδέν με κόραι τὰν νύκτα κέλονται,
κιχλίζοντι δὲ πᾶσαι, ἐπεί κʼ αὐταῖς ὑπακούσω
δῆλον τʼ ἐν τᾷ γᾷ κἠγώ τις φαίνομαι ἦμεν.
11.80Οὕτω τοι Πολύφαμος ἐποίμαινεν τὸν ἔρωτα
μουσίσδων, ῥᾷον δὲ διᾶγʼ εἰ χρυσὸν ἔδωκεν.


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 10 Theoc. Id. 11 (English) >>Theoc. Id. 12

Powered by PhiloLogic