Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 11.1 | Theoc. Id. 11.15 (English) | >>Theoc. Id. 11.41 |
11.5γινώσκειν δʼ οἶμαί τυ καλῶς ἰατρὸν ἐόντα
καὶ ταῖς ἐννέα δὴ πεφιλημένον ἔξοχα Μοίσαις .
οὕτω γοῦν ῥάιστα διᾶγʼ ὁ Κύκλωψ ὁ παρʼ ἁμῖν ,
ὡρχαῖος Πολύφαμος , ὅκʼ ἤρατο τᾶς Γαλατείας ,
ἄρτι γενειάσδων περὶ τὸ στόμα τὼς κροτάφως τε .
11.10ἤρατο δʼ οὐ μάλοις οὐδὲ ῥόδῳ οὐδὲ κικίννοις ,
ἀλλʼ ὀρθαῖς μανίαις , ἁγεῖτο δὲ πάντα πάρεργα .
πολλάκι ταὶ ὄιες ποτὶ ταὐλίον αὐταὶ ἀπῆνθον
χλωρᾶς ἐκ βοτάνας · ὁ δὲ τὰν Γαλάτειαν ἀείδων
αὐτόθʼ ἐπʼ ἀιόνος κατετάκετο φυκιοέσσας
11.15ἐξ ἀοῦς , ἔχθιστον ἔχων ὑποκάρδιον ἕλκος
Κύπριδος ἐκ μεγάλας , τό οἱ ἥπατι πᾶξε βέλεμνον .
ἀλλὰ τὸ φάρμακον εὗρε , καθεζόμενος δʼ ἐπὶ πέτρας
ὑψηλᾶς ἐς πόντον ὁρῶν ἄειδε τοιαῦτα .
ὦ λευκὰ Γαλάτεια , τί τὸν φιλέοντʼ ἀποβάλλῃ ;
11.20λευκοτέρα πακτᾶς ποτιδεῖν , ἁπαλωτέρα ἀρνός ,
μόσχω γαυροτέρα , σφριγανωτέρα ὄμφακος ὠμᾶς .
φοιτῇς δʼ αὖθʼ οὑτῶς , ὅκκα γλυκὺς ὕπνος ἔχῃ με ,
οἴχῃ δʼ εὐθὺς ἰοῖσʼ , ὅκκα γλυκὺς ὕπνος ἀνῇ με ,
φεύγεις δʼ ὥσπερ ὄις πολιὸν λύκον ἀθρήσασα .
11.25ἠράσθην μὲν ἔγωγε τεοῦς κόρα , ἁνίκα πρᾶτον
ἦνθες ἐμᾷ σὺν ματρὶ θέλοισʼ ὑακίνθινα φύλλα
ἐξ ὄρεος δρέψασθαι , ἐγὼ δʼ ὁδὸν ἁγεμόνευον .
παύσασθαι δʼ ἐσιδών τυ καὶ ὕστερον οὐδέ τί πᾳ νῦν
ἐκ τήνω δύναμαι · τὶν δʼ οὐ μέλει , οὐ μὰ Δίʼ οὐδέν .
11.10
11.15
11.20
11.25
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 11.1 | Theoc. Id. 11.15 (English) | >>Theoc. Id. 11.41 |