Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 11.1 | Theoc. Id. 11.41 (English) | >>Theoc. Id. 11.66 |
11.30γινώσκω χαρίεσσα κόρα , τίνος ὥνεκα φεύγεις ·
ὥνεκά μοι λασία μὲν ὀφρῦς ἐπὶ παντὶ μετώπῳ
ἐξ ὠτὸς τέταται ποτὶ θώτερον ὦς μία μακρά ,
εἷς δʼ ὀφθαλμὸς ἔπεστι , πλατεῖα δὲ ῥὶς ἐπὶ χείλει .
ἀλλʼ οὗτος τοιοῦτος ἐὼν βοτὰ χίλια βόσκω ,
11.35κἠκ τούτων τὸ κράτιστον ἀμελγόμενος γάλα πίνω ·
τυρὸς δʼ οὐ λείπει μʼ οὔτʼ ἐν θέρει οὔτʼ ἐν ὀπώρᾳ ,
οὐ χειμῶνος ἄκρω · ταρσοὶ δʼ ὑπεραχθέες αἰεί .
συρίσδεν δʼ ὡς οὔτις ἐπίσταμαι ὧδε Κυκλώπων ,
τὶν τὸ φίλον γλυκύμαλον ἁμᾷ κἠμαυτὸν ἀείδων
πολλάκι νυκτὸς ἀωρί . τρέφω δέ τοι ἕνδεκα νεβρὼς
11.41πάσας μαννοφόρως καὶ σκύμνως τέσσαρας ἄρκτων .
ἀλλʼ ἀφίκευσο ποθʼ ἁμέ , καὶ ἑξεῖς οὐδὲν ἔλασσον ,
τὰν γλαυκὰν δὲ θάλασσαν ἔα ποτὶ χέρσον ὀρεχθεῖν .
ἅδιον ἐν τὤντρῳ παρʼ ἐμὶν τὰν νύκτα διαξεῖς .
11.45ἐντὶ δάφναι τηνεῖ , ἐντὶ ῥαδιναὶ κυπάρισσοι ,
ἔστι μέλας κισσός , ἔστʼ ἄμπελος ἁ γλυκύκαρπος ,
ἔστι ψυχρὸν ὕδωρ , τό μοι ἁ πολυδένδρεος Αἴτνα
λευκᾶς ἐκ χιόνος ποτὸν ἀμβρόσιον προΐητι .
τίς κα τῶνδε θάλασσαν ἔχειν καὶ κύμαθʼ ἕλοιτο ;
11.50αἰ δέ τοι αὐτὸς ἐγὼ δοκέω λασιώτερος ἦμεν ,
ἐντὶ δρυὸς ξύλα μοι καὶ ὑπὸ σποδῷ ἀκάματον πῦρ .
καιόμενος δʼ ὑπὸ τεῦς καὶ τὰν ψυχὰν ἀνεχοίμαν
καὶ τὸν ἕνʼ ὀφθαλμόν , τῶ μοι γλυκερώτερον οὐδέν .
ὤμοι , ὅ τʼ οὐκ ἔτεκέν μʼ ἁ μάτηρ βράγχιʼ ἔχοντα ,
11.35
11.41
11.45
11.50
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 11.1 | Theoc. Id. 11.41 (English) | >>Theoc. Id. 11.66 |