Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 11.35 | Theoc. Id. 11.60 (English) | >>Theoc. Id. 11.80 |
11.50αἰ δέ τοι αὐτὸς ἐγὼ δοκέω λασιώτερος ἦμεν ,
ἐντὶ δρυὸς ξύλα μοι καὶ ὑπὸ σποδῷ ἀκάματον πῦρ .
καιόμενος δʼ ὑπὸ τεῦς καὶ τὰν ψυχὰν ἀνεχοίμαν
καὶ τὸν ἕνʼ ὀφθαλμόν , τῶ μοι γλυκερώτερον οὐδέν .
ὤμοι , ὅ τʼ οὐκ ἔτεκέν μʼ ἁ μάτηρ βράγχιʼ ἔχοντα ,
11.55ὡς κατέδυν ποτὶ τὶν καὶ τὰν χέρα τευς ἐφίλασα ,
αἰ μὴ τὸ στόμα λῇς , ἔφερον δέ τοι ἢ κρίνα λευκὰ
ἢ μάκωνʼ ἁπαλὰν ἐρυθρὰ πλαταγώνιʼ ἔχοισαν .
ἀλλὰ τὰ μὲν θέρεος , τὰ δὲ γίνεται ἐν χειμῶνι ,
ὥστʼ οὐκ ἄν τοι ταῦτα φέρειν ἅμα πάντʼ ἐδυνάθην .
11.60νῦν μὰν ὦ κόριον , νῦν αὐτίκα νεῖν γε μαθεῦμαι ,
αἴκα τις σὺν ναῒ πλέων ξένος ὧδʼ ἀφίκηται ,
ὡς εἰδῶ , τί ποθʼ ἁδὺ κατοικεῖν τὸν βυθὸν ὔμμιν .
ἐξένθοις Γαλάτεια καὶ ἐξενθοῖσα λάθοιο
ὥσπερ ἐγὼ νῦν ὧδε καθήμενος οἴκαδʼ ἀπενθεῖν .
ποιμαίνειν δʼ ἐθέλοις σὺν ἐμὶν ἅμα καὶ γάλʼ ἀμέλγειν
11.66καὶ τυρὸν πᾶξαι τάμισον δριμεῖαν ἐνεῖσα .
ἁ μάτηρ ἀδικεῖ με μόνα , καὶ μέμφομαι αὐτᾷ ·
οὐδὲν πήποχʼ ὅλως ποτὶ τὶν φίλον εἶπεν ὑπέρ μευ ,
καὶ ταῦτʼ ἆμαρ ἐπʼ ἆμαρ ὁρεῦσά με λεπτὸν ἐόντα .
11.70φασῶ τὰν κεφαλὰν καὶ τὼς πόδας ἀμφοτέρως μευ
σφύζειν , ὡς ἀνιαθῇ , ἐπεὶ κἠγὼν ἀνιῶμαι .
ὦ Κύκλωψ Κύκλωψ , πᾷ τὰς φρένας ἐκπεπότασαι ;
αἴκʼ ἐνθὼν ταλάρως τε πλέκοις καὶ θαλλὸν ἀμάσας
ταῖς ἄρνεσσι φέροις , τάχα κα πολὺ μᾶλλον ἔχοις νῶν .
11.55
11.60
11.66
11.70
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 11.35 | Theoc. Id. 11.60 (English) | >>Theoc. Id. 11.80 |