Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 12.1 | Theoc. Id. 12.20 (English) | >>Theoc. Id. 13.1 |
12.10εἴθʼ ὁμαλοὶ πνεύσειαν ἐπʼ ἀμφοτέροισιν Ἔρωτες
νῶιν , ἐπεσσομένοις δὲ γενοίμεθα πᾶσιν ἀοιδά .
θείω δή τινε τώδε μετὰ προτέροισι γενέσθην
φῶθʼ , ὁ μὲν εἴσπνηλος , φαίη χʼ ὡμυκλαϊάσδων ,
τὸν δʼ ἕτερον πάλιν ὥς κεν ὁ Θεσσαλὸς εἴποι ἀίταν .
12.15ἀλλήλους δʼ ἐφίλησαν ἴσῳ ζυγῷ . ἦ ῥα τότʼ ἦσαν
χρύσειοι πάλιν ἄνδρες , ὃ κἀντεφίλησʼ ὁ φιληθείς .
εἰ γὰρ τοῦτο πάτερ Κρονίδα πέλοι , εἰ γὰρ ἀγήρῳ
ἀθάνατοι , γενεαῖς δὲ διηκοσίαισιν ἔπειτα
ἀγγείλειεν ἐμοί τις ἀνέξοδον εἰς Ἀχέροντα ·
12.20ἡ σὴ νῦν φιλότης καὶ τοῦ χαρίεντος ἀίτεω
πᾶσι διὰ στόματος , μετὰ δʼ ἠιθέοισι μάλιστα .
ἀλλʼ ἤτοι τούτων μὲν ὑπέρτεροι Οὐρανίωνες
ἔσσονθʼ ὡς ἐθέλοντι . ἐγὼ δέ σε τὸν καλὸν αἰνέων
ψεύδεα ῥινὸς ὕπερθεν ἀραιᾶς οὐκ ἀναφύσω .
12.25ἢν γὰρ καί τι δάκῃς , τὸ μὲν ἀβλαβὲς εὐθὺς ἔθηκας ,
διπλάσιον δʼ ὤνασας , ἔχων δʼ ἐπίμετρον ἀπῆνθον .
Νισαῖοι Μεγαρῆες ἀριστεύοντες ἐρετμοῖς ,
ὄλβιοι οἰκείοιτε , τὸν Ἀττικὸν ὡς περίαλλα
ξεῖνον ἐτιμήσασθε Διοκλέα τὸν φιλόπαιδα .
12.30αἰεί οἱ περὶ τύμβον ἀολλέες εἴαρι πράτῳ
κοῦροι ἐριδμαίνοντι φιλήματος ἄκρα φέρεσθαι .
ὃς δέ κε προσμάξῃ γλυκερώτερα χείλεσι χείλη ,
βριθόμενος στεφάνοισιν ἑὰν ἐς μητέρʼ ἀπῆνθεν .
ὄλβιος , ὅστις παισὶ φιλήματα κεῖνα διαιτᾷ .
12.35ἦ που τὸν χαροπὸν Γανυμήδεα πόλλʼ ἐπιβῶται
Λυδίῃ ἶσον ἔχειν πέτρῃ στόμα , χρυσὸν ὁποίῃ
πεύθονται μὴ φαῦλος ἐτήτυμον ἀργυραμοιβοί .
12.15
12.20
12.25
12.30
12.35
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 12.1 | Theoc. Id. 12.20 (English) | >>Theoc. Id. 13.1 |