Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 12.20 Theoc. Id. 13.1 (English) >>Theoc. Id. 13.40

Ὕλας 13.1 Οὐχ ἁμῖν τὸν Ἔρωτα μόνοις ἔτεχʼ, ὡς ἐδοκεῦμες,
Νικία, τινι τοῦτο θεῶν ποκα τέκνον ἔγεντο.
οὐχ ἁμῖν τὰ καλὰ πράτοις καλὰ φαίνεται εἶμεν,
οἳ θνατοὶ πελόμεσθα, τὸ δʼ αὔριον οὐκ ἐσορῶμες·
13.5ἀλλὰ καὶ Ἀμφιτρύωνος χαλκεοκάρδιος υἱός,
ὃς τὸν λῖν ὑπέμεινε τὸν ἄγριον, ἤρατο παιδός,
τῶ χαρίεντος Ὕλα, τῶ τὰν πλοκαμῖδα φορεῦντος,
καί νιν πάντʼ ἐδίδαξε πατὴρ ὡσεὶ φίλον υἱέα,
ὅσσα μαθὼν ἀγαθὸς καὶ ἀοίδιμος αὐτὸς ἔγεντο·
13.10χωρὶς δʼ οὐδέποκʼ ἦς, οὔτʼ εἰ μέσον ἆμαρ ὄροιτο,
οὔτʼ ἄρʼ ὅχʼ λεύκιππος ἀνατρέχοι ἐς Διὸς Ἀώς,
οὐδʼ ὁπόκʼ ὀρτάλιχοι μινυροὶ ποτὶ κοῖτον ὁρῷεν,
σεισαμένας πτερὰ ματρὸς ἐπʼ αἰθαλόεντι πετεύρῳ,
ὡς αὐτῷ κατὰ θυμὸν παῖς πεποναμένος εἴη,
13.15αὐτῷ δʼ εὖ ἕλκων ἐς ἀλαθινὸν ἄνδρʼ ἀποβαίη.
ἀλλʼ ὅτε τὸ χρύσειον ἔπλει μετὰ κῶας Ἰήσων
Αἰσονίδας, οἱ δʼ αὐτῷ ἀριστῆες συνέποντο
πασᾶν ἐκ πολίων προλελεγμένοι, ὧν ὄφελός τι,
ἵκετο χὡ ταλαεργὸς ἀνὴρ ἐς ἀφνειὸν Ἰωλκόν,
13.20Ἀλκμήνης υἱὸς Μιδεάτιδος ἡρωίνης,
σὺν δʼ αὐτῷ κατέβαινεν Ὕλας εὔεδρον ἐς Ἀργώ,
ἅτις κυανεᾶν οὐχ ἥψατο συνδρομάδων ναῦς,
ἀλλὰ διεξάιξε--βαθὺν δʼ εἰσέδραμε Φᾶσιν--
αἰετὸς ἐς μέγα λαῖτμα· ἀφʼ οὗ τότε χοιράδες ἔσταν.
13.25ἆμος δʼ ἀντέλλοντι Πελειάδες, ἐσχατιαὶ δὲ
ἄρνα νέον βόσκοντι, τετραμμένου εἴαρος ἤδη,
τᾶμος ναυτιλίας μιμνάσκετο θεῖος ἄωτος
ἡρώων, κοίλαν δὲ καθιδρυνθέντες ἐς Ἀργὼ
Ἑλλάσποντον ἵκοντο νότῳ τρίτον ἆμαρ ἀέντι,


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 12.20 Theoc. Id. 13.1 (English) >>Theoc. Id. 13.40

Powered by PhiloLogic