Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 13.1 | Theoc. Id. 13.20 (English) | >>Theoc. Id. 13.50 |
13.10χωρὶς δʼ οὐδέποκʼ ἦς , οὔτʼ εἰ μέσον ἆμαρ ὄροιτο ,
οὔτʼ ἄρʼ ὅχʼ ἁ λεύκιππος ἀνατρέχοι ἐς Διὸς Ἀώς ,
οὐδʼ ὁπόκʼ ὀρτάλιχοι μινυροὶ ποτὶ κοῖτον ὁρῷεν ,
σεισαμένας πτερὰ ματρὸς ἐπʼ αἰθαλόεντι πετεύρῳ ,
ὡς αὐτῷ κατὰ θυμὸν ὁ παῖς πεποναμένος εἴη ,
13.15αὐτῷ δʼ εὖ ἕλκων ἐς ἀλαθινὸν ἄνδρʼ ἀποβαίη .
ἀλλʼ ὅτε τὸ χρύσειον ἔπλει μετὰ κῶας Ἰήσων
Αἰσονίδας , οἱ δʼ αὐτῷ ἀριστῆες συνέποντο
πασᾶν ἐκ πολίων προλελεγμένοι , ὧν ὄφελός τι ,
ἵκετο χὡ ταλαεργὸς ἀνὴρ ἐς ἀφνειὸν Ἰωλκόν ,
13.20Ἀλκμήνης υἱὸς Μιδεάτιδος ἡρωίνης ,
σὺν δʼ αὐτῷ κατέβαινεν Ὕλας εὔεδρον ἐς Ἀργώ ,
ἅτις κυανεᾶν οὐχ ἥψατο συνδρομάδων ναῦς ,
ἀλλὰ διεξάιξε --βαθὺν δʼ εἰσέδραμε Φᾶσιν --
αἰετὸς ἐς μέγα λαῖτμα · ἀφʼ οὗ τότε χοιράδες ἔσταν .
13.25ἆμος δʼ ἀντέλλοντι Πελειάδες , ἐσχατιαὶ δὲ
ἄρνα νέον βόσκοντι , τετραμμένου εἴαρος ἤδη ,
τᾶμος ναυτιλίας μιμνάσκετο θεῖος ἄωτος
ἡρώων , κοίλαν δὲ καθιδρυνθέντες ἐς Ἀργὼ
Ἑλλάσποντον ἵκοντο νότῳ τρίτον ἆμαρ ἀέντι ,
13.30εἴσω δʼ ὅρμον ἔθεντο Προποντίδος , ἔνθα Κιανῶν
αὔλακας εὐρύνοντι βόες τρίβοντες ἄροτρα .
ἐκβάντες δʼ ἐπὶ θῖνα κατὰ ζυγὰ δαῖτα πένοντο
δειελινοί , πολλοὶ δὲ μίαν στορέσαντο χαμεύναν .
λειμὼν γάρ σφιν ἔκειτο , μέγα στιβάδεσσιν ὄνειαρ ,
13.35ἔνθεν βούτομον ὀξὺ βαθύν τʼ ἐτάμοντο κύπειρον .
κᾤχεθʼ Ὕλας ὁ ξανθὸς ὕδωρ ἐπιδόρπιον οἰσῶν
αὐτῷ θʼ Ἡρακλῆι καὶ ἀστεμφεῖ Τελαμῶνι ,
οἳ μίαν ἄμφω ἑταῖροι ἀεὶ δαίνυντο τράπεζαν ,
χάλκεον ἄγγος ἔχων . τάχα δὲ κράναν ἐνόησεν
13.15
13.20
13.25
13.30
13.35
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 13.1 | Theoc. Id. 13.20 (English) | >>Theoc. Id. 13.50 |