Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 13.1 Theoc. Id. 13.35 (English) >>Theoc. Id. 13.66

13.25ἆμος δʼ ἀντέλλοντι Πελειάδες, ἐσχατιαὶ δὲ
ἄρνα νέον βόσκοντι, τετραμμένου εἴαρος ἤδη,
τᾶμος ναυτιλίας μιμνάσκετο θεῖος ἄωτος
ἡρώων, κοίλαν δὲ καθιδρυνθέντες ἐς Ἀργὼ
Ἑλλάσποντον ἵκοντο νότῳ τρίτον ἆμαρ ἀέντι,
13.30εἴσω δʼ ὅρμον ἔθεντο Προποντίδος, ἔνθα Κιανῶν
αὔλακας εὐρύνοντι βόες τρίβοντες ἄροτρα.
ἐκβάντες δʼ ἐπὶ θῖνα κατὰ ζυγὰ δαῖτα πένοντο
δειελινοί, πολλοὶ δὲ μίαν στορέσαντο χαμεύναν.
λειμὼν γάρ σφιν ἔκειτο, μέγα στιβάδεσσιν ὄνειαρ,
13.35ἔνθεν βούτομον ὀξὺ βαθύν τʼ ἐτάμοντο κύπειρον.
κᾤχεθʼ Ὕλας ξανθὸς ὕδωρ ἐπιδόρπιον οἰσῶν
αὐτῷ θʼ Ἡρακλῆι καὶ ἀστεμφεῖ Τελαμῶνι,
οἳ μίαν ἄμφω ἑταῖροι ἀεὶ δαίνυντο τράπεζαν,
χάλκεον ἄγγος ἔχων. τάχα δὲ κράναν ἐνόησεν
13.40ἡμένῳ ἐν χώρῳ· περὶ δὲ θρύα πολλὰ πεφύκει,
κυάνεόν τε χελιδόνιον χλωρόν τʼ ἀδίαντον
καὶ θάλλοντα σέλινα καὶ εἰλιτενὴς ἄγρωστις.
ὕδατι δʼ ἐν μέσσῳ Νύμφαι χορὸν ἀρτίζοντο,
Νύμφαι ἀκοίμητοι, δειναὶ θεαὶ ἀγροιώταις,
13.45Εὐνείκα καὶ Μαλὶς ἔαρ θʼ ὁρόωσα Νύχεια,
ἤτοι κοῦρος ἐπεῖχε ποτῷ πολυχανδέα κρωσσὸν
βάψαι ἐπειγόμενος, ταὶ δʼ ἐν χερὶ πᾶσαι ἔφυσαν·
πασάων γὰρ ἔρως ἁπαλὰς φρένας ἐξεσόβησεν
Ἀργείῳ ἐπὶ παιδί· κατήριπε δʼ ἐς μέλαν ὕδωρ
13.50ἀθρόος, ὡς ὅτε πυρσὸς ἀπʼ οὐρανοῦ ἤριπεν ἀστὴρ
ἀθρόος, ἐν πόντῳ, ναύταις δέ τις εἶπεν ἑταίροις·
κουφότερʼ παῖδες ποιεῖσθʼ ὅπλα· πλευστικὸς οὖρος.
Νύμφαι μὲν σφετέροις ἐπὶ γούνασι κοῦρον ἔχοισαι
δακρυόεντʼ ἀγανοῖσι παρεψύχοντʼ ἐπέεσσιν.


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 13.1 Theoc. Id. 13.35 (English) >>Theoc. Id. 13.66

Powered by PhiloLogic