Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 13.15 Theoc. Id. 13.45 (English) >>Theoc. Id. 13.75

13.35ἔνθεν βούτομον ὀξὺ βαθύν τʼ ἐτάμοντο κύπειρον.
κᾤχεθʼ Ὕλας ξανθὸς ὕδωρ ἐπιδόρπιον οἰσῶν
αὐτῷ θʼ Ἡρακλῆι καὶ ἀστεμφεῖ Τελαμῶνι,
οἳ μίαν ἄμφω ἑταῖροι ἀεὶ δαίνυντο τράπεζαν,
χάλκεον ἄγγος ἔχων. τάχα δὲ κράναν ἐνόησεν
13.40ἡμένῳ ἐν χώρῳ· περὶ δὲ θρύα πολλὰ πεφύκει,
κυάνεόν τε χελιδόνιον χλωρόν τʼ ἀδίαντον
καὶ θάλλοντα σέλινα καὶ εἰλιτενὴς ἄγρωστις.
ὕδατι δʼ ἐν μέσσῳ Νύμφαι χορὸν ἀρτίζοντο,
Νύμφαι ἀκοίμητοι, δειναὶ θεαὶ ἀγροιώταις,
13.45Εὐνείκα καὶ Μαλὶς ἔαρ θʼ ὁρόωσα Νύχεια,
ἤτοι κοῦρος ἐπεῖχε ποτῷ πολυχανδέα κρωσσὸν
βάψαι ἐπειγόμενος, ταὶ δʼ ἐν χερὶ πᾶσαι ἔφυσαν·
πασάων γὰρ ἔρως ἁπαλὰς φρένας ἐξεσόβησεν
Ἀργείῳ ἐπὶ παιδί· κατήριπε δʼ ἐς μέλαν ὕδωρ
13.50ἀθρόος, ὡς ὅτε πυρσὸς ἀπʼ οὐρανοῦ ἤριπεν ἀστὴρ
ἀθρόος, ἐν πόντῳ, ναύταις δέ τις εἶπεν ἑταίροις·
κουφότερʼ παῖδες ποιεῖσθʼ ὅπλα· πλευστικὸς οὖρος.
Νύμφαι μὲν σφετέροις ἐπὶ γούνασι κοῦρον ἔχοισαι
δακρυόεντʼ ἀγανοῖσι παρεψύχοντʼ ἐπέεσσιν.
13.55Ἀμφιτρυωνιάδας δὲ ταρασσόμενος περὶ παιδὶ
ᾤχετο, Μαιωτιστὶ λαβὼν εὐκαμπέα τόξα
καὶ ῥόπαλον, τό οἱ αἰὲν ἐχάνδανε δεξιτερὴ χείρ.
τρὶς μὲν Ὕλαν ἄυσεν, ὅσον βαρὺς ἤρυγε λαιμός·
τρὶς δʼ ἄρʼ παῖς ὑπάκουσεν, ἀραιὰ δʼ ἵκετο φωνὰ
13.60ἐξ ὕδατος, παρεὼν δὲ μάλα σχεδὸν εἴδετο πόρρω.
ὡς δʼ ὁπότʼ ἠυγένειος ἀπόπροθι λὶς ἐσακούσας†,
νεβροῦ φθεγξαμένας τις ἐν οὔρεσιν ὠμοφάγος λὶς
ἐξ εὐνᾶς ἔσπευσεν ἑτοιμοτάταν ἐπὶ δαῖτα·
Ἡρακλέης τοιοῦτος ἐν ἀτρίπτοισιν ἀκάνθαις
παῖδα ποθῶν δεδόνητο, πολὺν δʼ ἐπελάμβανε χῶρον.


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 13.15 Theoc. Id. 13.45 (English) >>Theoc. Id. 13.75

Powered by PhiloLogic