Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 13.20 | Theoc. Id. 13.50 (English) | >>Theoc. Id. 13.75 |
13.40ἡμένῳ ἐν χώρῳ · περὶ δὲ θρύα πολλὰ πεφύκει ,
κυάνεόν τε χελιδόνιον χλωρόν τʼ ἀδίαντον
καὶ θάλλοντα σέλινα καὶ εἰλιτενὴς ἄγρωστις .
ὕδατι δʼ ἐν μέσσῳ Νύμφαι χορὸν ἀρτίζοντο ,
Νύμφαι ἀκοίμητοι , δειναὶ θεαὶ ἀγροιώταις ,
13.45Εὐνείκα καὶ Μαλὶς ἔαρ θʼ ὁρόωσα Νύχεια ,
ἤτοι ὁ κοῦρος ἐπεῖχε ποτῷ πολυχανδέα κρωσσὸν
βάψαι ἐπειγόμενος , ταὶ δʼ ἐν χερὶ πᾶσαι ἔφυσαν ·
πασάων γὰρ ἔρως ἁπαλὰς φρένας ἐξεσόβησεν
Ἀργείῳ ἐπὶ παιδί · κατήριπε δʼ ἐς μέλαν ὕδωρ
13.50ἀθρόος , ὡς ὅτε πυρσὸς ἀπʼ οὐρανοῦ ἤριπεν ἀστὴρ
ἀθρόος , ἐν πόντῳ , ναύταις δέ τις εἶπεν ἑταίροις ·
κουφότερʼ ὦ παῖδες ποιεῖσθʼ ὅπλα · πλευστικὸς οὖρος .
Νύμφαι μὲν σφετέροις ἐπὶ γούνασι κοῦρον ἔχοισαι
δακρυόεντʼ ἀγανοῖσι παρεψύχοντʼ ἐπέεσσιν .
13.55Ἀμφιτρυωνιάδας δὲ ταρασσόμενος περὶ παιδὶ
ᾤχετο , Μαιωτιστὶ λαβὼν εὐκαμπέα τόξα
καὶ ῥόπαλον , τό οἱ αἰὲν ἐχάνδανε δεξιτερὴ χείρ .
τρὶς μὲν Ὕλαν ἄυσεν , ὅσον βαρὺς ἤρυγε λαιμός ·
τρὶς δʼ ἄρʼ ὁ παῖς ὑπάκουσεν , ἀραιὰ δʼ ἵκετο φωνὰ
13.60ἐξ ὕδατος , παρεὼν δὲ μάλα σχεδὸν εἴδετο πόρρω .
ὡς δʼ ὁπότʼ ἠυγένειος ἀπόπροθι λὶς ἐσακούσας †,
νεβροῦ φθεγξαμένας τις ἐν οὔρεσιν ὠμοφάγος λὶς
ἐξ εὐνᾶς ἔσπευσεν ἑτοιμοτάταν ἐπὶ δαῖτα ·
Ἡρακλέης τοιοῦτος ἐν ἀτρίπτοισιν ἀκάνθαις
παῖδα ποθῶν δεδόνητο , πολὺν δʼ ἐπελάμβανε χῶρον .
13.45
13.50
13.55
13.60
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 13.20 | Theoc. Id. 13.50 (English) | >>Theoc. Id. 13.75 |