Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 13 Theoc. Id. 14 (English) >>Theoc. Id. 15

Κυνίσκας Ἔρως Θυώνιχος. Αἰσχίνης14.1Χαίρειν πολλὰ τὸν ἄνδρα Θυώνιχον.
Θυώνιχος ἀλλὰ τὺ ταὐτά,
Αἰσχίνα.
Αἰσχίνης ὡς χρόνιος.
Θυώνιχος χρόνιος; τί δέ τοι τὸ μέλημα;
Αἰσχίνης πράσσομες οὐχ ὡς λῷστα Θυώνιχε.
Θυώνιχος ταῦτʼ ἄρα λεπτός,
χὡ μύσταξ πολὺς οὗτος, ἀυσταλέοι δὲ κίκιννοι.
τοιοῦτος πρώαν τις ἀφίκετο Πυθαγορικτάς,
ὠχρὸς κἀνυπόδητος· Ἀθηναῖος δʼ ἔφατʼ ἦμεν.
ἤρατο μὰν καὶ τῆνος, ἐμὶν δοκεῖ, ὀπτῶ ἀλεύρω.
Αἰσχίνης παίσδεις ὦγάθʼ ἔχων· ἐμὲ δʼ χαρίεσσα Κυνίσκα
ὑβρίσδει· λασῶ δὲ μανείς ποκα, θρὶξ ἀνὰ μέσσον.
Θυώνιχος
14.10τοιοῦτος μὲν ἀεὶ τὺ φίλʼ Αἰσχίνα, ἁσυχᾷ ὀξύς,
πάντʼ ἐθέλων κατὰ καιρόν· ὅμως δʼ εἶπον, τί τὸ καινόν.
Αἰσχίνης ὡργεῖος κἠγὼ καὶ Θεσσαλὸς ἱπποδιώκτας
Ἆγις καὶ Κλεύνικος ἐπίνομες στρατιώτας
ἐν χώρῳ παρʼ ἐμίν. δύο μὲν κατέκοψα νεοσσὼς
14.15θηλάζοντά τε χοῖρον, ἀνῷξα δὲ βίβλινον αὐτοῖς
εὐώδη, τετόρων ἐτέων, σχεδὸν ὡς ἀπὸ λανῶ.
βολβὸς κτεὶς κοχλίας ἐξῃρέθη. ἦς πότος ἁδύς.
ἤδη δὲ προϊόντος, ἔδοξʼ ἐπιχεῖσθαι ἄκρατον
ὧτινος ἤθελʼ ἕκαστος· ἔδει μόνον ὧτινος εἰπεῖν.
14.20ἄμμες μὲν φωνεῦντες ἐπίνομες, ὡς ἐδέδοκτο·
δʼ οὐδὲν παρεόντος ἐμεῦ. τίνʼ ἔχειν με δοκεῖς νοῦν;
οὐ φθεγξῇ; λύκον εἶδες· ἔπαιξέ τις. ὡς σοφός εἶπε,
κἠφᾶπτʼ· εὐμαρέως κεν ἀπʼ αὐτᾶς καὶ λύχνον ἇψας.
ἔστι Λύκος, Λύκος ἐστί, Λάβα τῶ γείτονος υἱός,
14.25εὐμάκης ἁπαλός, πολλοῖς δοκέων καλὸς ἦμεν.
τούτω τὸν κλύμενον κατετάκετο τῆνον ἔρωτα.
χἁμῖν τοῦτο διʼ ὠτὸς ἔγεντό ποθʼ ἁσυχᾷ οὑτῶς·
οὐ μὰν ἐξήταξα μάταν εἰς ἄνδρα γενειῶν.
ἤδη δʼ ὦν πόσιος τοὶ τέσσαρες ἐν βάθει ἦμες,
14.30χὡ Λαρισαῖος τὸν ἐμὸν Λύκον ᾆδεν ἀπʼ ἀρχᾶς,
Θεσσαλικόν τι μέλισμα, κακαὶ φρένες· δὲ Κυνίσκα
ἔκλαιʼ ἐξαπίνας θαλερώτερον παρὰ ματρὶ
παρθένος ἑξαέτης κόλπω ἐπιθυμήσασα.
τᾶμος ἐγώ, τὸν ἴσαις τὺ Θυώνιχε, πὺξ ἐπὶ κόρρας
14.35ἤλασα, κἄλλαν αὖθις. ἀνειρύσσασα δὲ πέπλως
ἔξω ἀπῴχετο θᾶσσον. ἐμὸν κακόν, οὔ τοι ἀρέσκω;
ἄλλός τοι γλυκίων ὑποκόλπιος; ἄλλον ἰοῖσα
θάλπε φίλον. τήνῳ τὰ σὰ δάκρυα μᾶλα ῥέοντι.
μάστακα δοῖσα τέκνοισιν ὑπωροφίοισι χελιδὼν
14.40ἄψορρον ταχινὰ πέτεται βίον ἄλλον ἀγείρειν·
ὠκυτέρα μαλακᾶς ἀπὸ δίφρακος ἔδραμε τήνα
ἰθὺ διʼ ἀμφιθύρω καὶ δικλίδος, πόδες ἆγον.
αἶνός θην λέγεταί τις· ἔβα τάχα ταῦρος ἀνʼ ὕλαν.
εἴκατι· ταὶ δʼ ὀκτώ, ταὶ δʼ ἐννέα, ταὶ δὲ δέκʼ ἄλλαι,
14.45σάμερον ἑνδεκάτα, ποτίθει δύο, καὶ δύο μῆνες,
ἐξ ἀπʼ ἀλλάλων. οὐδʼ εἰ Θρᾳκιστὶ κέκαρμαι,
οἶδε. Λύκος νῦν πάντα, Λύκῳ καὶ νυκτὸς ἀνῷκται.
ἄμμες δʼ οὔτε λόγω τινὸς ἄξιοι οὔτʼ ἀριθμητοί,
δύστηνοι Μεγαρῆες ἀτιμοτάτῃ ἐνὶ μοίρῃ.
14.50κεἰ μὲν ἀποστέρξαιμι, τὰ πάντά κεν εἰς δέον ἕρποι.
νῦν δὲ πόθεν; μῦς, φαντὶ Θυώνιχε, γεύμεθα πίσσας.
χὤτι τὸ φάρμακόν ἐστιν ἀμηχανέοντος ἔρωτος,
οὐκ οἶδα. πλὰν Σῖμος τᾶς ἐπιχάλκω ἐρασθεὶς
ἐκπλεύσας ὑγιὴς ἐπανῆλθʼ, ἐμὸς ἁλικιώτας.
14.55πλευσοῦμαι κἠγὼ διαπόντιος, οὔτε κάκιστος
οὔτε πρᾶτος ἴσως, ὁμαλὸς δέ τις στρατιώτας.
Θυώνιχος ὤφελε μὰν χωρεῖν κατὰ νοῦν τεόν, ὧν ἐπεθύμεις
Αἰσχίνα. εἰ δʼ οὑτῶς ἄρα τοι δοκεῖ ὥστʼ ἀποδαμεῖν,
μισθοδότας Πτολεμαῖος ἐλευθέρῳ οἷος ἄριστος,
Αἰσχίνης
14.60τἄλλα δʼ ἀνὴρ ποῖός τις ἐλευθέρῳ οἷος ἄριστος;
Θυώνιχος εὐγνώμων, φιλόμουσος, ἐρωτικός, εἰς ἄκρον ἁδύς,
εἰδὼς τὸν φιλέοντα, τὸν οὐ φιλέοντʼ ἔτι μᾶλλον,
πολλοῖς πολλὰ διδούς, αἰτεύμενος οὐκ ἀνανεύων
οἷα χρὴ βασιλῆʼ· αἰτεῖν δὲ δεῖ οὐκ ἐπὶ παντὶ
14.65Αἰσχίνα. ὥστʼ εἴ τοι κατὰ δεξιὸν ὦμον ἀρέσκει
λῶπος ἄκρον περονᾶσθαι, ἐπʼ ἀμφοτέροις δὲ βεβακὼς
τολμασεῖς ἐπιόντα μένειν θρασὺν ἀσπιδιώταν,
τάχος εἰς Αἴγυπτον. ἀπὸ κροτάφων πελόμεσθα
πάντες γηραλέοι, καὶ ἐπισχερὼ ἐς γένυν ἕρπει
14.70λευκαίνων χρόνος· ποιεῖν τι δεῖ, ἇς γόνυ χλωρόν.


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 13 Theoc. Id. 14 (English) >>Theoc. Id. 15

Powered by PhiloLogic