Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 14.1 Theoc. Id. 14.15 (English) >>Theoc. Id. 14.35

14.1Χαίρειν πολλὰ τὸν ἄνδρα Θυώνιχον.
Θυώνιχος ἀλλὰ τὺ ταὐτά,
Αἰσχίνα.
Αἰσχίνης ὡς χρόνιος.
Θυώνιχος χρόνιος; τί δέ τοι τὸ μέλημα;
Αἰσχίνης πράσσομες οὐχ ὡς λῷστα Θυώνιχε.
Θυώνιχος ταῦτʼ ἄρα λεπτός,
χὡ μύσταξ πολὺς οὗτος, ἀυσταλέοι δὲ κίκιννοι.
τοιοῦτος πρώαν τις ἀφίκετο Πυθαγορικτάς,
ὠχρὸς κἀνυπόδητος· Ἀθηναῖος δʼ ἔφατʼ ἦμεν.
ἤρατο μὰν καὶ τῆνος, ἐμὶν δοκεῖ, ὀπτῶ ἀλεύρω.
Αἰσχίνης παίσδεις ὦγάθʼ ἔχων· ἐμὲ δʼ χαρίεσσα Κυνίσκα
ὑβρίσδει· λασῶ δὲ μανείς ποκα, θρὶξ ἀνὰ μέσσον.
Θυώνιχος
14.10τοιοῦτος μὲν ἀεὶ τὺ φίλʼ Αἰσχίνα, ἁσυχᾷ ὀξύς,
πάντʼ ἐθέλων κατὰ καιρόν· ὅμως δʼ εἶπον, τί τὸ καινόν.
Αἰσχίνης ὡργεῖος κἠγὼ καὶ Θεσσαλὸς ἱπποδιώκτας
Ἆγις καὶ Κλεύνικος ἐπίνομες στρατιώτας
ἐν χώρῳ παρʼ ἐμίν. δύο μὲν κατέκοψα νεοσσὼς
14.15θηλάζοντά τε χοῖρον, ἀνῷξα δὲ βίβλινον αὐτοῖς
εὐώδη, τετόρων ἐτέων, σχεδὸν ὡς ἀπὸ λανῶ.
βολβὸς κτεὶς κοχλίας ἐξῃρέθη. ἦς πότος ἁδύς.
ἤδη δὲ προϊόντος, ἔδοξʼ ἐπιχεῖσθαι ἄκρατον
ὧτινος ἤθελʼ ἕκαστος· ἔδει μόνον ὧτινος εἰπεῖν.
14.20ἄμμες μὲν φωνεῦντες ἐπίνομες, ὡς ἐδέδοκτο·
δʼ οὐδὲν παρεόντος ἐμεῦ. τίνʼ ἔχειν με δοκεῖς νοῦν;
οὐ φθεγξῇ; λύκον εἶδες· ἔπαιξέ τις. ὡς σοφός εἶπε,
κἠφᾶπτʼ· εὐμαρέως κεν ἀπʼ αὐτᾶς καὶ λύχνον ἇψας.
ἔστι Λύκος, Λύκος ἐστί, Λάβα τῶ γείτονος υἱός,


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 14.1 Theoc. Id. 14.15 (English) >>Theoc. Id. 14.35

Powered by PhiloLogic