Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 14.1 Theoc. Id. 14.35 (English) >>Theoc. Id. 14.60

14.25εὐμάκης ἁπαλός, πολλοῖς δοκέων καλὸς ἦμεν.
τούτω τὸν κλύμενον κατετάκετο τῆνον ἔρωτα.
χἁμῖν τοῦτο διʼ ὠτὸς ἔγεντό ποθʼ ἁσυχᾷ οὑτῶς·
οὐ μὰν ἐξήταξα μάταν εἰς ἄνδρα γενειῶν.
ἤδη δʼ ὦν πόσιος τοὶ τέσσαρες ἐν βάθει ἦμες,
14.30χὡ Λαρισαῖος τὸν ἐμὸν Λύκον ᾆδεν ἀπʼ ἀρχᾶς,
Θεσσαλικόν τι μέλισμα, κακαὶ φρένες· δὲ Κυνίσκα
ἔκλαιʼ ἐξαπίνας θαλερώτερον παρὰ ματρὶ
παρθένος ἑξαέτης κόλπω ἐπιθυμήσασα.
τᾶμος ἐγώ, τὸν ἴσαις τὺ Θυώνιχε, πὺξ ἐπὶ κόρρας
14.35ἤλασα, κἄλλαν αὖθις. ἀνειρύσσασα δὲ πέπλως
ἔξω ἀπῴχετο θᾶσσον. ἐμὸν κακόν, οὔ τοι ἀρέσκω;
ἄλλός τοι γλυκίων ὑποκόλπιος; ἄλλον ἰοῖσα
θάλπε φίλον. τήνῳ τὰ σὰ δάκρυα μᾶλα ῥέοντι.
μάστακα δοῖσα τέκνοισιν ὑπωροφίοισι χελιδὼν
14.40ἄψορρον ταχινὰ πέτεται βίον ἄλλον ἀγείρειν·
ὠκυτέρα μαλακᾶς ἀπὸ δίφρακος ἔδραμε τήνα
ἰθὺ διʼ ἀμφιθύρω καὶ δικλίδος, πόδες ἆγον.
αἶνός θην λέγεταί τις· ἔβα τάχα ταῦρος ἀνʼ ὕλαν.
εἴκατι· ταὶ δʼ ὀκτώ, ταὶ δʼ ἐννέα, ταὶ δὲ δέκʼ ἄλλαι,
14.45σάμερον ἑνδεκάτα, ποτίθει δύο, καὶ δύο μῆνες,
ἐξ ἀπʼ ἀλλάλων. οὐδʼ εἰ Θρᾳκιστὶ κέκαρμαι,
οἶδε. Λύκος νῦν πάντα, Λύκῳ καὶ νυκτὸς ἀνῷκται.
ἄμμες δʼ οὔτε λόγω τινὸς ἄξιοι οὔτʼ ἀριθμητοί,
δύστηνοι Μεγαρῆες ἀτιμοτάτῃ ἐνὶ μοίρῃ.


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 14.1 Theoc. Id. 14.35 (English) >>Theoc. Id. 14.60

Powered by PhiloLogic