Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 15.75 Theoc. Id. 15.100 (English) >>Theoc. Id. 15.130

15.90πασάμενος ἐπίτασσε. Συρακοσίαις ἐπιτάσσεις;
ὡς δʼ εἰδῇς καὶ τοῦτο· Κορίνθιαι εἰμὲς ἄνωθεν,
ὡς καὶ Βελλεροφῶν· Πελοποννασιστὶ λαλεῦμες·
δωρίσδεν δʼ ἔξεστι δοκῶ τοῖς Δωριέεσσι.
Πραξινόα μὴ φύη Μελιτῶδες ὃς ἁμῶν καρτερὸς εἴη,
15.95πλὰν ἑνός. οὐκ ἀλέγω. μή μοι κενεὰν ἀπομάξῃς.
Γοργώ σιγᾷ Πραξινόα· μέλλει τὸν Ἄδωνιν ἀείδειν
τᾶς Ἀργείας θυγάτηρ πολύιδρις ἀοιδός,
ἅτις καὶ πέρυσιν τὸν ἰάλεμον ἀρίστευσε.
φθεγξεῖταί τι σάφʼ οἶδα καλόν· διαθρύπτεται ἤδη.
Γυνή Ἀοιδός
15.100Δέσποινʼ, Γολγώς τε καὶ Ἰδάλιον ἐφίλασας
αἰπεινάν τʼ Ἔρυκα, χρυσῷ παίζοισʼ Ἀφροδίτα·
οἷόν τοι τὸν Ἄδωνιν ἀπʼ ἀενάω Ἀχέροντος
μηνὶ δυωδεκάτῳ μαλακαὶ πόδας ἄγαγον Ὧραι.
βάρδισται μακάρων Ὧραι φίλαι, ἀλλὰ ποθειναὶ
15.105ἔρχονται πάντεσσι βροτοῖς αἰεί τι φέροισαι.
Κύπρι Διωναία, τὺ μὲν ἀθανάταν ἀπὸ θνατᾶς,
ἀνθρώπων ὡς μῦθος, ἐποίησας Βερενίκαν,
ἀμβροσίαν ἐς στῆθος ἀποστάξασα γυναικός·
τὶν δὲ χαριζομένα, πολυώνυμε καὶ πολύναε,
15.110 Βερενικεία θυγάτηρ Ἑλένᾳ εἰκυῖα
Ἀρσινόα πάντεσσι καλοῖς ἀτιτάλλει Ἄδωνιν.
πὰρ μέν οἱ ὥρια κεῖται, ὅσα δρυὸς ἄκρα φέρονται,
πὰρ δʼ ἁπαλοὶ κᾶποι πεφυλαγμένοι ἐν ταλαρίσκοις
ἀργυρέοις, Συρίω δὲ μύρω χρύσειʼ ἀλάβαστρα.
15.115εἴδατα δʼ ὅσσα γυναῖκες ἐπὶ πλαθάνω πονέονται,
ἄνθεα μίσγοισαι λευκῷ παντοῖα μαλεύρῳ,
ὅσσά τʼ ἀπὸ γλυκερῶ μέλιτος τά τʼ ἐν ὑγρῷ ἐλαίῳ,
πάντʼ αὐτῷ πετεηνὰ καὶ ἑρπετὰ τεῖδε πάρεστι.
χλωραὶ δὲ σκιάδες μαλακῷ βρίθοντι ἀνήθῳ


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 15.75 Theoc. Id. 15.100 (English) >>Theoc. Id. 15.130

Powered by PhiloLogic