Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 15.90 | Theoc. Id. 15.120 (English) | >>Theoc. Id. 15.145 |
15.110ἁ Βερενικεία θυγάτηρ Ἑλένᾳ εἰκυῖα
Ἀρσινόα πάντεσσι καλοῖς ἀτιτάλλει Ἄδωνιν .
πὰρ μέν οἱ ὥρια κεῖται , ὅσα δρυὸς ἄκρα φέρονται ,
πὰρ δʼ ἁπαλοὶ κᾶποι πεφυλαγμένοι ἐν ταλαρίσκοις
ἀργυρέοις , Συρίω δὲ μύρω χρύσειʼ ἀλάβαστρα .
15.115εἴδατα δʼ ὅσσα γυναῖκες ἐπὶ πλαθάνω πονέονται ,
ἄνθεα μίσγοισαι λευκῷ παντοῖα μαλεύρῳ ,
ὅσσά τʼ ἀπὸ γλυκερῶ μέλιτος τά τʼ ἐν ὑγρῷ ἐλαίῳ ,
πάντʼ αὐτῷ πετεηνὰ καὶ ἑρπετὰ τεῖδε πάρεστι .
χλωραὶ δὲ σκιάδες μαλακῷ βρίθοντι ἀνήθῳ
15.120δέδμανθʼ · οἱ δέ τε κῶροι ὑπερπωτῶνται Ἔρωτες ,
οἷοι ἀηδονιδῆες ἀεξομενᾶν ἐπὶ δένδρων
πωτῶνται πτερύγων πειρώμενοι ὄζον ἀπʼ ὄζω .
ὢ ἔβενος , ὢ χρυσός , ὢ ἐκ λευκῶ ἐλέφαντος
αἰετοὶ οἰνοχόον Κρονίδᾳ Διὶ παῖδα φέροντες .
15.125πορφύρεοι δὲ τάπητες ἄνω μαλακώτεροι ὕπνω ,
ἁ Μίλατος ἐρεῖ χὡ τὰν Σαμίαν κάτα βόσκων ·
ἔστρωται κλίνα τῷ Ἀδώνιδι τῷ καλῷ ἄλλα .
τὰν μὲν Κύπρις ἔχει , τὰν δʼ ὁ ῥοδόπαχυς Ἄδωνις
ὀκτωκαιδεκέτης ἢ ἐννεακαίδεχʼ ὁ γαμβρός .
15.130οὐ κεντεῖ τὸ φίλαμʼ , ἔτι οἱ περὶ χείλεα πυρρά .
νῦν μὰν Κύπρις ἔχοισα τὸν αὐτᾶς χαιρέτω ἄνδρα ·
ἀῶθεν δʼ ἁμές νιν ἅμα δρόσῳ ἀθρόαι ἔξω
οἰσεῦμες ποτὶ κύματʼ ἐπʼ ἀιόνι πτύοντα ,
λύσασαι δὲ κόμαν καὶ ἐπὶ σφυρὰ κόλπον ἀνεῖσαι
15.135στήθεσι φαινομένοις λιγυρᾶς ἀρξώμεθʼ ἀοιδᾶς ·
Ἕρπεις ὦ φίλʼ Ἄδωνι καὶ ἐνθάδε κεἰς Ἀχέροντα
ἡμιθέων , ὡς φαντί , μονώτατος . οὔτʼ Ἀγαμέμνων
τοῦτʼ ἔπαθʼ , οὔτʼ Αἴας ὁ μέγας βαρυμάνιος ἥρως ,
οὔθʼ Ἕκτωρ Ἑκάβας ὁ γεραίτερος εἴκατι παίδων ,
15.115
15.120
15.125
15.130
15.135
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 15.90 | Theoc. Id. 15.120 (English) | >>Theoc. Id. 15.145 |