Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 15.100 Theoc. Id. 15.130 (English) >>Theoc. Id. 15.145

15.120δέδμανθʼ· οἱ δέ τε κῶροι ὑπερπωτῶνται Ἔρωτες,
οἷοι ἀηδονιδῆες ἀεξομενᾶν ἐπὶ δένδρων
πωτῶνται πτερύγων πειρώμενοι ὄζον ἀπʼ ὄζω.
ἔβενος, χρυσός, ἐκ λευκῶ ἐλέφαντος
αἰετοὶ οἰνοχόον Κρονίδᾳ Διὶ παῖδα φέροντες.
15.125πορφύρεοι δὲ τάπητες ἄνω μαλακώτεροι ὕπνω,
Μίλατος ἐρεῖ χὡ τὰν Σαμίαν κάτα βόσκων·
ἔστρωται κλίνα τῷ Ἀδώνιδι τῷ καλῷ ἄλλα.
τὰν μὲν Κύπρις ἔχει, τὰν δʼ ῥοδόπαχυς Ἄδωνις
ὀκτωκαιδεκέτης ἐννεακαίδεχʼ γαμβρός.
15.130οὐ κεντεῖ τὸ φίλαμʼ, ἔτι οἱ περὶ χείλεα πυρρά.
νῦν μὰν Κύπρις ἔχοισα τὸν αὐτᾶς χαιρέτω ἄνδρα·
ἀῶθεν δʼ ἁμές νιν ἅμα δρόσῳ ἀθρόαι ἔξω
οἰσεῦμες ποτὶ κύματʼ ἐπʼ ἀιόνι πτύοντα,
λύσασαι δὲ κόμαν καὶ ἐπὶ σφυρὰ κόλπον ἀνεῖσαι
15.135στήθεσι φαινομένοις λιγυρᾶς ἀρξώμεθʼ ἀοιδᾶς·
Ἕρπεις φίλʼ Ἄδωνι καὶ ἐνθάδε κεἰς Ἀχέροντα
ἡμιθέων, ὡς φαντί, μονώτατος. οὔτʼ Ἀγαμέμνων
τοῦτʼ ἔπαθʼ, οὔτʼ Αἴας μέγας βαρυμάνιος ἥρως,
οὔθʼ Ἕκτωρ Ἑκάβας γεραίτερος εἴκατι παίδων,
15.140οὐ Πατροκλῆς, οὐ Πύρρος ἀπὸ Τροίας ἐπανελθών,
οὔθʼ οἱ ἔτι πρότερον Λαπίθαι καὶ Δευκαλίωνες,
οὐ Πελοπηιάδαι τε καὶ Ἄργεος ἄκρα Πελασγοί·
ἵλαθι νῦν φίλʼ Ἄδωνι, καὶ ἐς νέωτʼ εὐθυμήσαις.
καὶ νῦν ἦνθες Ἄδωνι, καὶ ὅκκʼ ἀφίκῃ, φίλος ἡξεῖς.
Γοργώ


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 15.100 Theoc. Id. 15.130 (English) >>Theoc. Id. 15.145

Powered by PhiloLogic