Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 15.115 Theoc. Id. 15.145 (English) >>Theoc. Id. 16.1

15.135στήθεσι φαινομένοις λιγυρᾶς ἀρξώμεθʼ ἀοιδᾶς·
Ἕρπεις φίλʼ Ἄδωνι καὶ ἐνθάδε κεἰς Ἀχέροντα
ἡμιθέων, ὡς φαντί, μονώτατος. οὔτʼ Ἀγαμέμνων
τοῦτʼ ἔπαθʼ, οὔτʼ Αἴας μέγας βαρυμάνιος ἥρως,
οὔθʼ Ἕκτωρ Ἑκάβας γεραίτερος εἴκατι παίδων,
15.140οὐ Πατροκλῆς, οὐ Πύρρος ἀπὸ Τροίας ἐπανελθών,
οὔθʼ οἱ ἔτι πρότερον Λαπίθαι καὶ Δευκαλίωνες,
οὐ Πελοπηιάδαι τε καὶ Ἄργεος ἄκρα Πελασγοί·
ἵλαθι νῦν φίλʼ Ἄδωνι, καὶ ἐς νέωτʼ εὐθυμήσαις.
καὶ νῦν ἦνθες Ἄδωνι, καὶ ὅκκʼ ἀφίκῃ, φίλος ἡξεῖς.
Γοργώ
15.145Πραξινόα, τὸ χρῆμα σοφώτερον θήλεια.
ὀλβία ὅσσα ἴσατι, πανολβία ὡς γλυκὺ φωνεῖ.
ὥρα ὅμως κεἰς οἶκον. ἀνάριστος Διοκλείδας.
χὠνὴρ ὄξος ἅπαν, πεινᾶντι δὲ μηδὲ ποτένθῃς.
χαῖρε Ἄδων ἀγαπητέ· καὶ ἐς χαίροντας ἀφίκευ.


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 15.115 Theoc. Id. 15.145 (English) >>Theoc. Id. 16.1

Powered by PhiloLogic