Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 14.60 Theoc. Id. 15.1 (English) >>Theoc. Id. 15.36

Συρακούσιαι Ἀδωνιάζουσαι Γοργώ15.1Ἔνδοι Πραξινόα;
Πραξινόα Γοργοῖ φίλα, ὡς χρόνῳ. ἔνδοι.
θαῦμʼ ὅτι καὶ νῦν ἦνθες. ὅρη δίφρον Εὐνόα αὐτῇ.
ἔμβαλε καὶ ποτίκρανον.
Γοργώ ἔχει κάλλιστα.
Πραξινόα καθίζευ.
Γοργώ τᾶς ἀλεμάτω ψυχᾶς· μόλις ὔμμιν ἐσώθην
15.5Πραξινόα πολλῶ μὲν ὄχλω, πολλῶν δὲ τεθρίππων.
παντᾷ κρηπῖδες, παντᾷ χλαμυδηφόροι ἄνδρες·
δʼ ὁδὸς ἄτρυτος· τὺ δʼ ἑκαστάτω ὅσσον ἀποικεῖς.
Πραξινόα ταῦθʼ πάραρος τῆνος ἐπʼ ἔσχατα γᾶς ἔλαβʼ ἐνθὼν
ἰλεόν, οὐκ οἴκησιν, ὅπως μὴ γείτονες ὦμες
15.10ἀλλάλαις, ποτʼ ἔριν, φθονερὸν κακόν, αἰὲν ὁμοῖος.
Γοργώ μὴ λέγε τὸν τεὸν ἄνδρα φίλα Δίκωνα τοιαῦτα,
τῶ μικκῶ παρεόντος· ὅρη γύναι, ὡς ποθορῇ τυ.
θάρσει Ζωπυρίων, γλυκερὸν τέκος· οὐ λέγει ἀπφῦν.
Πραξινόα αἰσθάνεται τὸ βρέφος, ναὶ τὰν πότνιαν.
Γοργώ καλὸς ἀπφῦς.
Πραξινόα
15.15ἀπφῦς μὰν τῆνος τὰ πρόαν (λέγομες δὲ πρόαν θην
πάντα) νίτρον καὶ φῦκος ἀπὸ σκανᾶς ἀγοράσδων
ἦνθε φέρων ἅλας ἄμμιν, ἀνὴρ τρισκαιδεκάπηχυς.
Γοργώ χὡμὸς ταὐτᾷ ἔχει, φθόρος ἀργυρίω, Διοκλείδας·
ἑπταδράχμως κυνάδας, γραιᾶν ἀποτίλματα πηρᾶν,
15.20πέντε πόκως ἔλαβʼ ἐχθές, ἅπαν ῥύπον, ἔργον ἐπʼ ἔργῳ.
ἀλλʼ ἴθι τὠμπέχονον καὶ τὰν περονατρίδα λάζευ.
βᾶμες τῶ βασιλῆος ἐς ἀφνειῶ Πτολεμαίω
θασόμεναι τὸν Ἄδωνιν· ἀκούω χρῆμα καλόν τι
κοσμεῖν τὰν βασίλισσαν.
Πραξινόα ἐν ὀλβίω ὄλβια πάντα.
Γοργώ


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 14.60 Theoc. Id. 15.1 (English) >>Theoc. Id. 15.36

Powered by PhiloLogic