Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 15.20 Theoc. Id. 15.45 (English) >>Theoc. Id. 15.70

15.36μὴ μνάσῃς Γοργοῖ· πλέον ἀργυρίω καθαρῶ μνᾶν
δύο· τοῖς δʼ ἔργοις καὶ τὰν ψυχὰν ποτέθηκα.
Γοργώ ἀλλὰ κατὰ γνώμαν ἀπέβα τοι.
Πραξινόα τοῦτο κάλʼ εἶπες.
τὠμπέχονον φέρε μοι καὶ τὰν θολίαν κατὰ κόσμον
ἀμφίθες. οὐκ ἀξῶ τυ τέκνον. μορμώ, δάκνει ἵππος.
15.41δάκρυʼ, ὅσσα θέλεις, χωλὸν δʼ οὐ δεῖ τυ γενέσθαι.
ἕρπωμες. Φρυγία, τὸν μικκὸν παῖσδε λαβοῖσα,
τὰν κύνʼ ἔσω κάλεσον, τὰν αὐλείαν ἀπόκλᾳξον.--
θεοί, ὅσσος ὄχλος. πῶς καὶ πόκα τοῦτο περᾶσαι
15.45χρὴ τὸ κακόν; μύρμακες ἀνάριθμοι καὶ ἄμετροι.
πολλά τοι Πτολεμαῖε πεποίηται καλὰ ἔργα,
ἐξ ἐν ἀθανάτοις τεκὼν· οὐδεὶς κακοεργὸς
δαλεῖται τὸν ἰόντα παρέρπων Αἰγυπτιστί,
οἷα πρὶν ἐξ ἀπάτας κεκροτημένοι ἄνδρες ἔπαισδον,
15.50ἀλλάλοις ὁμαλοί, κακὰ παίγνια, πάντες ἀραῖοι.
ἁδίστα Γοργοῖ, τί γενοίμεθα; τοὶ πολεμισταὶ
ἵπποι τῶ βασιλῆος. ἄνερ φίλε, μή με πατήσῃς.
ὀρθὸς ἀνέστα πυρρός· ἴδʼ ὡς ἄγριος. κυνοθαρσὴς
Εὐνόα, οὐ φευξῇ; διαχρησεῖται τὸν ἄγοντα.
15.55ὠνάθην μεγάλως, ὅτι μοι τὸ βρέφος μένει ἔνδον.
Γοργώ θάρσει Πραξινόα· καὶ δὴ γεγενήμεθʼ ὄπισθεν,
τοὶ δʼ ἔβαν ἐς χώραν.
Πραξινόα καὐτὰ συναγείρομαι ἤδη.
ἵππον καὶ τὸν ψυχρὸν ὄφιν τὰ μάλιστα δεδοίκω
ἐκ παιδός. σπεύδωμες· ὄχλος πολὺς ἄμμιν ἐπιρρεῖ.
Γοργώ


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 15.20 Theoc. Id. 15.45 (English) >>Theoc. Id. 15.70

Powered by PhiloLogic