Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 15.31 Theoc. Id. 15.55 (English) >>Theoc. Id. 15.80

15.45χρὴ τὸ κακόν; μύρμακες ἀνάριθμοι καὶ ἄμετροι.
πολλά τοι Πτολεμαῖε πεποίηται καλὰ ἔργα,
ἐξ ἐν ἀθανάτοις τεκὼν· οὐδεὶς κακοεργὸς
δαλεῖται τὸν ἰόντα παρέρπων Αἰγυπτιστί,
οἷα πρὶν ἐξ ἀπάτας κεκροτημένοι ἄνδρες ἔπαισδον,
15.50ἀλλάλοις ὁμαλοί, κακὰ παίγνια, πάντες ἀραῖοι.
ἁδίστα Γοργοῖ, τί γενοίμεθα; τοὶ πολεμισταὶ
ἵπποι τῶ βασιλῆος. ἄνερ φίλε, μή με πατήσῃς.
ὀρθὸς ἀνέστα πυρρός· ἴδʼ ὡς ἄγριος. κυνοθαρσὴς
Εὐνόα, οὐ φευξῇ; διαχρησεῖται τὸν ἄγοντα.
15.55ὠνάθην μεγάλως, ὅτι μοι τὸ βρέφος μένει ἔνδον.
Γοργώ θάρσει Πραξινόα· καὶ δὴ γεγενήμεθʼ ὄπισθεν,
τοὶ δʼ ἔβαν ἐς χώραν.
Πραξινόα καὐτὰ συναγείρομαι ἤδη.
ἵππον καὶ τὸν ψυχρὸν ὄφιν τὰ μάλιστα δεδοίκω
ἐκ παιδός. σπεύδωμες· ὄχλος πολὺς ἄμμιν ἐπιρρεῖ.
Γοργώ
15.60ἐξ αὐλᾶς μᾶτερ;
Γραῦς ἐγὼν τέκνα.
Γοργώ παρενθεῖν
εὐμαρές;
Γραῦς ἐς Τροίαν πειρώμενοι ἦνθον Ἀχαιοί,
καλλίστα παίδων· πείρᾳ θην πάντα τελεῖται.
Γοργώ χρησμὼς πρεσβῦτις ἀπῴχετο θεσπίξασα.
Πραξινόα πάντα γυναῖκες ἴσαντι, καὶ ὡς Ζεὺς ἠγάγεθʼ Ἥρην.
Γοργώ
15.65θᾶσαι Πραξινόα, περὶ τὰς θύρας ὅσσος ὅμιλος.
Πραξινόα θεσπέσιος. Γοργοῖ, δὸς τὰν χέρα μοι· λάβε καὶ τὺ
Εὐνόα Εὐτυχίδος· πότεχʼ αὐτᾷ, μή τι πλαναθῇς.
πᾶσαι ἅμʼ εἰσένθωμες· ἀπρὶξ ἔχευ Εὐνόα ἁμῶν.
οἴμοι δειλαία, δίχα μευ τὸ θερίστριον ἤδη


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 15.31 Theoc. Id. 15.55 (English) >>Theoc. Id. 15.80

Powered by PhiloLogic