Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 15.50 Theoc. Id. 15.75 (English) >>Theoc. Id. 15.100

15.65θᾶσαι Πραξινόα, περὶ τὰς θύρας ὅσσος ὅμιλος.
Πραξινόα θεσπέσιος. Γοργοῖ, δὸς τὰν χέρα μοι· λάβε καὶ τὺ
Εὐνόα Εὐτυχίδος· πότεχʼ αὐτᾷ, μή τι πλαναθῇς.
πᾶσαι ἅμʼ εἰσένθωμες· ἀπρὶξ ἔχευ Εὐνόα ἁμῶν.
οἴμοι δειλαία, δίχα μευ τὸ θερίστριον ἤδη
15.70ἔσχισται Γοργοῖ. πὸτ τῶ Διός, εἴ τι γένοιο
εὐδαίμων ὤνθρωπε, φυλάσσεο τὠμπέχονόν μευ.
Ξένος οὐκ ἐπʼ ἐμὶν μέν, ὅμως δὲ φυλαξεῦμαι·
Πραξινόα ὄχλος ἄθρως.
ὠθεῦνθʼ ὥσπερ ὕες.
Ξένος θάρσει γύναι· ἐν καλῷ εἰμές.
Πραξινόα κεἰς ὥρας κἤπειτα φίλʼ ἀνδρῶν ἐν καλῷ εἴης
15.75ἄμμε περιστέλλων. χρηστῶ κοἰκτίρμονος ἀνδρός.
φλίβεται Εὐνόα ἄμμιν· ἄγʼ δειλὰ τὺ βιάζευ.
κάλλιστʼ· ἔνδοι πᾶσαι, τὰν νυὸν εἶπʼ ἀποκλᾴξας.
Γοργώ Πραξινόα, πόταγʼ ὧδε. τὰ ποικίλα πρᾶτον ἄθρησον,
λεπτὰ καὶ ὡς χαρίεντα· θεῶν περονάματα φασεῖς.
Πραξινόα
15.80πότνιʼ Ἀθαναία, ποῖαί σφʼ ἐπόνασαν ἔριθοι,
ποῖοι ζῳογράφοι τἀκριβέα γράμματʼ ἔγραψαν.
ὡς ἔτυμʼ ἑστάκαντι, καὶ ὡς ἔτυμʼ ἐνδινεῦντι,
ἔμψυχʼ, οὐκ ἐνυφαντά. σοφόν τοι χρῆμʼ ὥνθρωπος.
αὐτὸς δʼ ὡς θαητὸς ἐπʼ ἀργυρέας κατάκειται
κλισμῶ, πρᾶτον ἴουλον ἀπὸ κροτάφων καταβάλλων,
15.86 τριφίλητος Ἄδωνις, κἠν Ἀχέροντι φιλεῖται.
Ἕτερος Ξένος παύσασθʼ δύστανοι, ἀνάνυτα κωτίλλοισαι
τρυγόνες. ἐκκναισεῦντι πλατειάσδοισαι ἅπαντα.
Γοργώ μᾶ, πόθεν ὥνθρωπος; τί δὲ τίν, εἰ κωτίλαι εἰμές;


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 15.50 Theoc. Id. 15.75 (English) >>Theoc. Id. 15.100

Powered by PhiloLogic