Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 16.1 | Theoc. Id. 16.10 (English) | >>Theoc. Id. 16.40 |
16.1 Αἰεὶ τοῦτο Διὸς κούραις μέλει , αἰὲν ἀοιδοῖς ,
ὑμνεῖν ἀθανάτους , ὑμνεῖν ἀγαθῶν κλέα ἀνδρῶν .
Μοῦσαι μὲν θεαὶ ἐντί , θεοὺς θεαὶ ἀείδοντι ·
ἄμμες δὲ βροτοὶ οἵδε , βροτοὺς βροτοὶ ἀείδωμεν .
16.5τίς γὰρ τῶν ὁπόσοι γλαυκὰν ναίουσιν ὑπʼ ἀῶ
ἡμετέρας Χάριτας πετάσας ὑποδέξεται οἴκῳ
ἀσπασίως , οὐδʼ αὖθις ἀδωρήτους ἀποπέμψει ;
αἱ δὲ σκυζόμεναι γυμνοῖς ποσὶν οἴκαδʼ ἴασι ,
πολλά με τωθάζοισαι , ὅ τʼ ἀλιθίαν ὁδὸν ἦνθον ,
16.10ὀκνηραὶ δὲ πάλιν κενεᾶς ἐν πυθμένι χηλοῦ
ψυχροῖς ἐν γονάτεσσι κάρη μίμνοντι βαλοῖσαι ,
ἔνθʼ αἰεί σφισιν ἕδρα , ἐπὴν ἄπρηκτοι ἵκωνται .
τίς τῶν νῦν τοιόσδε ; τίς εὖ εἰπόντα φιλήσει ;
οὐκ οἶδʼ · οὐ γὰρ ἔτʼ ἄνδρες ἐπʼ ἔργμασιν ὡς πάρος ἐσθλοῖς
16.15αἰνεῖσθαι σπεύδοντι , νενίκηνται δʼ ὑπὸ κερδέων .
πᾶς δʼ ὑπὸ κόλπῳ χεῖρας ἔχων πόθεν οἴσεται ἀθρεῖ
ἄργυρον , οὐδέ κεν ἰὸν ἀποτρίψας τινὶ δοίη ,
ἀλλʼ εὐθὺς μυθεῖται · ἀπωτέρω ἢ γόνυ κνάμα ·
αὐτῷ μοί τι γένοιτο · θεοὶ τιμῶσιν ἀοιδούς .
τίς δέ κεν ἄλλου ἀκούσαι ; ἅλις πάντεσσιν Ὅμηρος .
16.21οὗτος ἀοιδῶν λῷστος , ὃς ἐξ ἐμεῦ οἴσεται οὐδέν .
Δαιμόνιοι , τί δὲ κέρδος ὁ μυρίος ἔνδοθι χρυσὸς
κείμενος ; οὐχ ἅδε πλούτου φρονέουσιν ὄνασις ,
ἀλλὰ τὸ μὲν ψυχᾷ , τὸ δὲ καί τινι δοῦναι ἀοιδῶν ·
16.25πολλοὺς δʼ εὖ ἔρξαι παῶν , πολλοὺς δὲ καὶ ἄλλων
ἀνθρώπων , αἰεὶ δὲ θεοῖς ἐπιβώμια ῥέζειν ,
μηδὲ ξεινοδόκον κακὸν ἔμμεναι , ἀλλὰ τραπέζῃ
μειλίξαντʼ ἀποπέμψαι , ἐπὴν ἐθέλωντι νέεσθαι ,
Μουσάων δὲ μάλιστα τίειν ἱεροὺς ὑποφήτας ,
16.5
16.10
16.15
16.21
16.25
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 16.1 | Theoc. Id. 16.10 (English) | >>Theoc. Id. 16.40 |