Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 16.70 | Theoc. Id. 16.100 (English) | >>Theoc. Id. 17.1 |
16.90ἀγροὺς δʼ ἐργάζοιντο τεθαλότας · αἱ δʼ ἀνάριθμοι
μήλων χιλιάδες βοτάνᾳ διαπιανθεῖσαι
ἀμπεδίον βληχοῖντο , βόες δʼ ἀγελαδὸν ἐς αὖλιν
ἐρχόμεναι σκνιφαῖον ἐπισπεύδοιεν ὁδίταν ·
νειοὶ δʼ ἐκπονέοιντο ποτὶ σπόρον , ἁνίκα τέττιξ
16.95ποιμένας ἐνδίους πεφυλαγμένος ἔνδοθι δένδρων
ἀχεῖ ἐν ἀκρεμόνεσσιν · ἀράχνια δʼ εἰς ὅπλʼ ἀράχναι
λεπτὰ διαστήσαιντο , βοᾶς δʼ ἔτι μηδʼ ὄνομʼ εἴη .
ὑψηλὸν δʼ Ἱέρωνι κλέος φορέοιεν ἀοιδοὶ
καὶ πόντου Σκυθικοῖο πέραν καὶ ὅθι πλατὺ τεῖχος
16.100ἀσφάλτῳ δήσασα Σεμίραμις ἐμβασίλευεν .
εἷς μὲν ἐγώ , πολλοὺς δὲ Διὸς φιλέοντι καὶ ἄλλους
θυγατέρες , τοῖς πᾶσι μέλοι Σικελὰν Ἀρέθοισαν
ὑμνεῖν σὺν λαοῖσι καὶ αἰχμητὰν Ἱέρωνα .
ὦ Ἐτεόκλειοι θύγατρες θεαί , ὦ Μινύειον
16.105Ὀρχομενὸν φιλέοισαι ἀπεχθόμενόν ποτε Θήβαις ,
ἄκλητος μὲν ἔγωγε μένοιμί κεν , ἐς δὲ καλεύντων
θαρσήσας Μοίσαισι σὺν ἁμετέραισιν ἱκοίμαν .
καλλείψω δʼ οὐδʼ ὔμμε · τί γὰρ Χαρίτων ἀγαπητὸν
ἀνθρώποις ἀπάνευθεν ; ἀεὶ Χαρίτεσσιν ἅμʼ εἴην .
16.95
16.100
16.105
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 16.70 | Theoc. Id. 16.100 (English) | >>Theoc. Id. 17.1 |