Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 16.1 | Theoc. Id. 16.35 (English) | >>Theoc. Id. 16.65 |
16.25πολλοὺς δʼ εὖ ἔρξαι παῶν , πολλοὺς δὲ καὶ ἄλλων
ἀνθρώπων , αἰεὶ δὲ θεοῖς ἐπιβώμια ῥέζειν ,
μηδὲ ξεινοδόκον κακὸν ἔμμεναι , ἀλλὰ τραπέζῃ
μειλίξαντʼ ἀποπέμψαι , ἐπὴν ἐθέλωντι νέεσθαι ,
Μουσάων δὲ μάλιστα τίειν ἱεροὺς ὑποφήτας ,
16.30ὄφρα καὶ εἰν Ἀίδαο κεκρυμμένος ἐσθλὸς ἀκούσῃς ,
μηδʼ ἀκλεὴς μύρηαι ἐπὶ ψυχροῦ Ἀχέροντος ,
ὡσεί τις μακέλᾳ τετυλωμένος ἔνδοθι χεῖρας
ἀχὴν ἐκ πατέρων πενίην ἀκτήμονα κλαίων .
πολλοὶ ἐν Ἀντιόχοιο δόμοις καὶ ἄνακτος Ἀλεύα
16.35ἁρμαλιὴν ἔμμηνον ἐμετρήσαντο πενέσται ·
πολλοὶ δὲ Σκοπάδῃσιν ἐλαυνόμενοι ποτὶ σακοὺς
μόσχοι σὺν κεραῇσιν ἐμυκήσαντο βόεσσι ,
μυρία δʼ ἀμπεδίον Κραννώνιον ἐνδιάασκον
ποιμένες ἔκκριτα μῆλα φιλοξείνοισι Κρεώνδαις ·
16.40ἀλλʼ οὔ σφιν τῶν ἦδος , ἐπεὶ γλυκὺν ἐξεκένωσαν
θυμὸν ἐς εὐρεῖαν σχεδίαν στυγνοῦ Ἀχέροντος ,
ἄμναστοι δὲ τὰ πολλὰ καὶ ὄλβια τῆνα λιπόντες
δειλοῖς ἐν νεκύεσσι μακροὺς αἰῶνας ἔκειντο ,
εἰ μὴ κεῖνος ἀοιδὸς ὁ Κήιος αἰόλα φωνέων
βάρβιτον ἐς πολύχορδον ἐν ἀνδράσι θῆκʼ ὀνομαστοὺς
16.46ὁπλοτέροις , τιμᾶς δὲ καὶ ὠκέες ἔλλαχον ἵπποι ,
οἵ σφισιν ἐξ ἱερῶν στεφανηφόροι ἦλθον ἀγώνων .
τίς δʼ ἂν ἀριστῆας Λυκίων ποτέ , τίς κομόωντας
Πριαμίδας ἢ θῆλυν ἀπὸ χροιᾶς Κύκνον ἔγνω ,
16.50εἰ μὴ φυλόπιδας προτέρων ὕμνησαν ἀοιδοί ;
οὐδʼ Ὀδυσεὺς ἑκατόν τε καὶ εἴκοσι μῆνας ἀλαθεὶς
πάντας ἐπʼ ἀνθρώπους , Ἀίδαν τʼ εἰς ἔσχατον ἐλθὼν
ζωός , καὶ σπήλυγγα φυγὼν ὀλοοῖο Κύκλωπος ,
δηναιὸν κλέος ἔσχεν , ἐσιγάθη δʼ ἂν ὑφορβὸς
16.30
16.35
16.40
16.46
16.50
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 16.1 | Theoc. Id. 16.35 (English) | >>Theoc. Id. 16.65 |