Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 16.10 Theoc. Id. 16.40 (English) >>Theoc. Id. 16.70

16.30ὄφρα καὶ εἰν Ἀίδαο κεκρυμμένος ἐσθλὸς ἀκούσῃς,
μηδʼ ἀκλεὴς μύρηαι ἐπὶ ψυχροῦ Ἀχέροντος,
ὡσεί τις μακέλᾳ τετυλωμένος ἔνδοθι χεῖρας
ἀχὴν ἐκ πατέρων πενίην ἀκτήμονα κλαίων.
πολλοὶ ἐν Ἀντιόχοιο δόμοις καὶ ἄνακτος Ἀλεύα
16.35ἁρμαλιὴν ἔμμηνον ἐμετρήσαντο πενέσται·
πολλοὶ δὲ Σκοπάδῃσιν ἐλαυνόμενοι ποτὶ σακοὺς
μόσχοι σὺν κεραῇσιν ἐμυκήσαντο βόεσσι,
μυρία δʼ ἀμπεδίον Κραννώνιον ἐνδιάασκον
ποιμένες ἔκκριτα μῆλα φιλοξείνοισι Κρεώνδαις·
16.40ἀλλʼ οὔ σφιν τῶν ἦδος, ἐπεὶ γλυκὺν ἐξεκένωσαν
θυμὸν ἐς εὐρεῖαν σχεδίαν στυγνοῦ Ἀχέροντος,
ἄμναστοι δὲ τὰ πολλὰ καὶ ὄλβια τῆνα λιπόντες
δειλοῖς ἐν νεκύεσσι μακροὺς αἰῶνας ἔκειντο,
εἰ μὴ κεῖνος ἀοιδὸς Κήιος αἰόλα φωνέων
βάρβιτον ἐς πολύχορδον ἐν ἀνδράσι θῆκʼ ὀνομαστοὺς
16.46ὁπλοτέροις, τιμᾶς δὲ καὶ ὠκέες ἔλλαχον ἵπποι,
οἵ σφισιν ἐξ ἱερῶν στεφανηφόροι ἦλθον ἀγώνων.
τίς δʼ ἂν ἀριστῆας Λυκίων ποτέ, τίς κομόωντας
Πριαμίδας θῆλυν ἀπὸ χροιᾶς Κύκνον ἔγνω,
16.50εἰ μὴ φυλόπιδας προτέρων ὕμνησαν ἀοιδοί;
οὐδʼ Ὀδυσεὺς ἑκατόν τε καὶ εἴκοσι μῆνας ἀλαθεὶς
πάντας ἐπʼ ἀνθρώπους, Ἀίδαν τʼ εἰς ἔσχατον ἐλθὼν
ζωός, καὶ σπήλυγγα φυγὼν ὀλοοῖο Κύκλωπος,
δηναιὸν κλέος ἔσχεν, ἐσιγάθη δʼ ἂν ὑφορβὸς
16.55Εὔμαιος, καὶ βουσὶ Φιλοίτιος ἀμφʼ ἀγελαίαις
ἔργον ἔχων, αὐτός τε περίσπλαγχνος Λαέρτης,
εἰ μή σφεας ὤνασαν Ἰάονος ἀνδρὸς ἀοιδαί.
Ἐκ Μοισᾶν ἀγαθὸν κλέος ἔρχεται ἀνθρώποισι,
χρήματα δὲ ζώοντες ἀμαλδύνουσι θανόντων.


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 16.10 Theoc. Id. 16.40 (English) >>Theoc. Id. 16.70

Powered by PhiloLogic