Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 16.25 | Theoc. Id. 16.55 (English) | >>Theoc. Id. 16.85 |
16.46ὁπλοτέροις , τιμᾶς δὲ καὶ ὠκέες ἔλλαχον ἵπποι ,
οἵ σφισιν ἐξ ἱερῶν στεφανηφόροι ἦλθον ἀγώνων .
τίς δʼ ἂν ἀριστῆας Λυκίων ποτέ , τίς κομόωντας
Πριαμίδας ἢ θῆλυν ἀπὸ χροιᾶς Κύκνον ἔγνω ,
16.50εἰ μὴ φυλόπιδας προτέρων ὕμνησαν ἀοιδοί ;
οὐδʼ Ὀδυσεὺς ἑκατόν τε καὶ εἴκοσι μῆνας ἀλαθεὶς
πάντας ἐπʼ ἀνθρώπους , Ἀίδαν τʼ εἰς ἔσχατον ἐλθὼν
ζωός , καὶ σπήλυγγα φυγὼν ὀλοοῖο Κύκλωπος ,
δηναιὸν κλέος ἔσχεν , ἐσιγάθη δʼ ἂν ὑφορβὸς
16.55Εὔμαιος , καὶ βουσὶ Φιλοίτιος ἀμφʼ ἀγελαίαις
ἔργον ἔχων , αὐτός τε περίσπλαγχνος Λαέρτης ,
εἰ μή σφεας ὤνασαν Ἰάονος ἀνδρὸς ἀοιδαί .
Ἐκ Μοισᾶν ἀγαθὸν κλέος ἔρχεται ἀνθρώποισι ,
χρήματα δὲ ζώοντες ἀμαλδύνουσι θανόντων .
16.60ἀλλʼ ἶσος γὰρ ὁ μόχθος ἐπʼ ᾀόνι κύματα μετρεῖν ,
ὅσσʼ ἄνεμος χέρσονδε μετὰ γλαυκᾶς ἁλὸς ὠθεῖ ,
ἢ ὕδατι νίζειν θολερὰν διαειδέι πλίνθον ,
καὶ φιλοκερδείᾳ βεβλαμμένον ἄνδρα παρελθεῖν .
χαιρέτω ὃς τοιοῦτος , ἀνάριθμος δέ οἱ εἴη
16.65ἄργυρος , αἰεὶ δὲ πλεόνων ἔχοι ἵμερος αὐτόν .
αὐτὰρ ἐγὼ τιμήν τε καὶ ἀνθρώπων φιλότητα
πολλῶν ἡμιόνων τε καὶ ἵππων πρόσθεν ἑλοίμαν .
δίζημαι δʼ , ὅτινι θνατῶν κεχαρισμένος ἔνθω
σὺν Μοίσαις · χαλεπαὶ γὰρ ὁδοὶ τελέθουσιν ἀοιδοῖς
16.70κουράων ἀπάνευθε Διὸς μέγα βουλεύοντος .
οὔπω μῆνας ἄγων ἔκαμʼ οὐρανὸς οὐδʼ ἐνιαυτούς ·
πολλοὶ κινήσουσιν ἔτι τροχὸν ἅρματος ἵπποι ·
ἔσσεται οὗτος ἀνήρ , ὃς ἐμεῦ κεχρήσετʼ ἀοιδοῦ ,
ῥέξας ἢ Ἀχιλεὺς ὅσσον μέγας ἢ βαρὺς Αἴας
16.50
16.55
16.60
16.65
16.70
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 16.25 | Theoc. Id. 16.55 (English) | >>Theoc. Id. 16.85 |