Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 16.46 | Theoc. Id. 16.75 (English) | >>Theoc. Id. 16.105 |
16.65ἄργυρος , αἰεὶ δὲ πλεόνων ἔχοι ἵμερος αὐτόν .
αὐτὰρ ἐγὼ τιμήν τε καὶ ἀνθρώπων φιλότητα
πολλῶν ἡμιόνων τε καὶ ἵππων πρόσθεν ἑλοίμαν .
δίζημαι δʼ , ὅτινι θνατῶν κεχαρισμένος ἔνθω
σὺν Μοίσαις · χαλεπαὶ γὰρ ὁδοὶ τελέθουσιν ἀοιδοῖς
16.70κουράων ἀπάνευθε Διὸς μέγα βουλεύοντος .
οὔπω μῆνας ἄγων ἔκαμʼ οὐρανὸς οὐδʼ ἐνιαυτούς ·
πολλοὶ κινήσουσιν ἔτι τροχὸν ἅρματος ἵπποι ·
ἔσσεται οὗτος ἀνήρ , ὃς ἐμεῦ κεχρήσετʼ ἀοιδοῦ ,
ῥέξας ἢ Ἀχιλεὺς ὅσσον μέγας ἢ βαρὺς Αἴας
16.75ἐν πεδίῳ Σιμόεντος , ὅθι Φρυγὸς ἠρίον Ἴλου .
ἤδη νῦν Φοίνικες ὑπʼ ἠελίῳ δύνοντι
οἰκεῦντες Λιβύας ἄκρον σφυρὸν ἐρρίγασιν .
ἤδη βαστάζουσι Συρακόσιοι μέσα δοῦρα
ἀχθόμενοι σακέεσσι βραχίονας ἰτεΐνοισιν ·
16.80ἐν δʼ αὐτοῖς Ἱέρων προτέροις ἴσος ἡρώεσσι
ζώννυται , ἵππειαι δὲ κόρυν σκεπάουσιν ἔθειραι .
αἰ γὰρ Ζεῦ κύδιστε πάτερ καὶ πότνιʼ Ἀθάνα
κούρη θʼ , ἣ σὺν ματρὶ πολυκλήρων Ἐφυραίων
εἴληχας μέγα ἄστυ παρʼ ὕδασι Λυσιμελείας ,
16.85ἐχθροὺς ἐκ νάσοιο κακὰ πέμψειεν ἀνάγκα
Σαρδόνιον κατὰ κῦμα , φίλων μόρον ἀγγέλλοντας
τέκνοις ἠδʼ ἀλόχοισιν , ἀριθμητοὺς ἀπὸ πολλῶν ·
ἄστεά τε προτέροισι πάλιν ναίοιτο πολίταις ,
δυσμενέων ὅσα χεῖρες ἐλωβήσαντο κατάκρας ·
16.90ἀγροὺς δʼ ἐργάζοιντο τεθαλότας · αἱ δʼ ἀνάριθμοι
μήλων χιλιάδες βοτάνᾳ διαπιανθεῖσαι
ἀμπεδίον βληχοῖντο , βόες δʼ ἀγελαδὸν ἐς αὖλιν
ἐρχόμεναι σκνιφαῖον ἐπισπεύδοιεν ὁδίταν ·
νειοὶ δʼ ἐκπονέοιντο ποτὶ σπόρον , ἁνίκα τέττιξ
16.70
16.75
16.80
16.85
16.90
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 16.46 | Theoc. Id. 16.75 (English) | >>Theoc. Id. 16.105 |