Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 16.65 Theoc. Id. 16.95 (English) >>Theoc. Id. 17.1

16.85ἐχθροὺς ἐκ νάσοιο κακὰ πέμψειεν ἀνάγκα
Σαρδόνιον κατὰ κῦμα, φίλων μόρον ἀγγέλλοντας
τέκνοις ἠδʼ ἀλόχοισιν, ἀριθμητοὺς ἀπὸ πολλῶν·
ἄστεά τε προτέροισι πάλιν ναίοιτο πολίταις,
δυσμενέων ὅσα χεῖρες ἐλωβήσαντο κατάκρας·
16.90ἀγροὺς δʼ ἐργάζοιντο τεθαλότας· αἱ δʼ ἀνάριθμοι
μήλων χιλιάδες βοτάνᾳ διαπιανθεῖσαι
ἀμπεδίον βληχοῖντο, βόες δʼ ἀγελαδὸν ἐς αὖλιν
ἐρχόμεναι σκνιφαῖον ἐπισπεύδοιεν ὁδίταν·
νειοὶ δʼ ἐκπονέοιντο ποτὶ σπόρον, ἁνίκα τέττιξ
16.95ποιμένας ἐνδίους πεφυλαγμένος ἔνδοθι δένδρων
ἀχεῖ ἐν ἀκρεμόνεσσιν· ἀράχνια δʼ εἰς ὅπλʼ ἀράχναι
λεπτὰ διαστήσαιντο, βοᾶς δʼ ἔτι μηδʼ ὄνομʼ εἴη.
ὑψηλὸν δʼ Ἱέρωνι κλέος φορέοιεν ἀοιδοὶ
καὶ πόντου Σκυθικοῖο πέραν καὶ ὅθι πλατὺ τεῖχος
16.100ἀσφάλτῳ δήσασα Σεμίραμις ἐμβασίλευεν.
εἷς μὲν ἐγώ, πολλοὺς δὲ Διὸς φιλέοντι καὶ ἄλλους
θυγατέρες, τοῖς πᾶσι μέλοι Σικελὰν Ἀρέθοισαν
ὑμνεῖν σὺν λαοῖσι καὶ αἰχμητὰν Ἱέρωνα.
Ἐτεόκλειοι θύγατρες θεαί, Μινύειον
16.105Ὀρχομενὸν φιλέοισαι ἀπεχθόμενόν ποτε Θήβαις,
ἄκλητος μὲν ἔγωγε μένοιμί κεν, ἐς δὲ καλεύντων
θαρσήσας Μοίσαισι σὺν ἁμετέραισιν ἱκοίμαν.
καλλείψω δʼ οὐδʼ ὔμμε· τί γὰρ Χαρίτων ἀγαπητὸν
ἀνθρώποις ἀπάνευθεν; ἀεὶ Χαρίτεσσιν ἅμʼ εἴην.


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 16.65 Theoc. Id. 16.95 (English) >>Theoc. Id. 17.1

Powered by PhiloLogic