Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 17.70 | Theoc. Id. 17.100 (English) | >>Theoc. Id. 17.130 |
17.90καὶ νάσοις Κυκλάδεσσιν , ἐπεί οἱ νᾶες ἄρισται
πόντον ἐπιπλώοντι , θάλασσα δὲ πᾶσα καὶ αἶα
καὶ ποταμοὶ κελάδοντες ἀνάσσονται Πτολεμαίῳ .
πολλοὶ δʼ ἱππῆες , πολλοὶ δέ μιν ἀσπιδιῶται .
χαλκῷ μαρμαίροντι σεσαγμένοι ἀμφαγέρονται .
17.95ὄλβῳ μὲν πάντάς κε καταβρίθοι βασιλῆας ·
τόσσον ἐπʼ ἆμαρ ἕκαστον ἐς ἀφνεὸν ἔρχεται οἶκον
πάντοθε . λαοὶ δʼ ἔργα περιστέλλουσιν ἕκηλοι .
οὐ γάρ τις δηίων πολυκήτεα Νεῖλον ὑπερβὰς
πεζὸς ἐν ἀλλοτρίαισι βοὰν ἐστάσατο κώμαις ,
17.100οὐδέ τις αἰγιαλόνδε θοᾶς ἐξάλατο ναὸς
θωρηχθεὶς ἐπὶ βουσὶν ἀνάρσιος Αἰγυπτίῃσι ·
τοῖος ἀνὴρ πλατέεσσιν ἐνίδρυται πεδίοισι
ξανθοκόμας Πτολεμαῖος , ἐπιστάμενος δόρυ πάλλειν ,
ᾧ ἐπὶ πάγχυ μέλει πατρώια πάντα φυλάσσειν
17.105οἷʼ ἀγαθῷ βασιλῆι , τὰ δὲ κτεατίζεται αὐτός .
οὐ μὰν ἀχρεῖός γε δόμῳ ἐνὶ πίονι χρυσὸς
μυρμάκων ἅτε πλοῦτος ἀεὶ κέχυται μογεόντων ·
ἀλλὰ πολὺν μὲν ἔχοντι θεῶν ἐρικυδέες οἶκοι ,
αἰὲν ἀπαρχομένοιο σὺν ἄλλοισιν γεράεσσι ,
17.110πολλὸν δʼ ἰφθίμοισι δεδώρηται βασιλεῦσι ,
πολλὸν δὲ πτολίεσσι , πολὺν δʼ ἀγαθοῖσιν ἑταίροις .
οὐδὲ Διωνύσου τις ἀνὴρ ἱεροὺς κατʼ ἀγῶνας
ἵκετʼ ἐπιστάμενος λιγυρὰν ἀναμέλψαι ἀοιδάν ,
ᾧ οὐ δωτίναν ἀντάξιον ὤπασε τέχνας .
17.115Μουσάων δʼ ὑποφῆται ἀείδοντι Πτολεμαῖον
ἀντʼ εὐεργεσίας . τί δὲ κάλλιον ἀνδρί κεν εἴη
ὀλβίῳ ἢ κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἀρέσθαι ;
τοῦτο καὶ Ἀτρεΐδαισι μένει · τὰ δὲ μυρία τῆνα ,
ὅσσα μέγαν Πριάμοιο δόμον κτεάτισσαν ἑλόντες ,
17.95
17.100
17.105
17.110
17.115
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 17.70 | Theoc. Id. 17.100 (English) | >>Theoc. Id. 17.130 |