Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 17.90 | Theoc. Id. 17.120 (English) | >>Theoc. Id. 18.1 |
17.110πολλὸν δʼ ἰφθίμοισι δεδώρηται βασιλεῦσι ,
πολλὸν δὲ πτολίεσσι , πολὺν δʼ ἀγαθοῖσιν ἑταίροις .
οὐδὲ Διωνύσου τις ἀνὴρ ἱεροὺς κατʼ ἀγῶνας
ἵκετʼ ἐπιστάμενος λιγυρὰν ἀναμέλψαι ἀοιδάν ,
ᾧ οὐ δωτίναν ἀντάξιον ὤπασε τέχνας .
17.115Μουσάων δʼ ὑποφῆται ἀείδοντι Πτολεμαῖον
ἀντʼ εὐεργεσίας . τί δὲ κάλλιον ἀνδρί κεν εἴη
ὀλβίῳ ἢ κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἀρέσθαι ;
τοῦτο καὶ Ἀτρεΐδαισι μένει · τὰ δὲ μυρία τῆνα ,
ὅσσα μέγαν Πριάμοιο δόμον κτεάτισσαν ἑλόντες ,
17.120ἀέρι πᾳ κέκρυπται , ὅθεν πάλιν οὐκέτι νόστος ·
μοῦνος δὲ προτέρων τε καὶ ὧν ἔτι θερμὰ κονία
στειβομένα καθύπερθε ποδῶν ἐκμάσσεται ἴχνη ,
ματρὶ φίλᾳ καὶ πατρὶ θυώδεας εἵσατο ναούς ·
ἐν δʼ αὐτοὺς χρυσῷ περικαλλέας ἠδʼ ἐλέφαντι
17.125ἵδρυται πάντεσσιν ἐπιχθονίοισιν ἀρωγούς .
πολλὰ δὲ πιανθέντα βοῶν ὅγε μηρία καίει
μησὶ περιπλομένοισιν ἐρευθομένων ἐπὶ βωμῶν ,
αὐτός τʼ ἰφθίμα τʼ ἄλοχος , τᾶς οὔτις ἀρείων
νυμφίον ἐν μεγάροισι γυνὰ περιβάλλετʼ ἀγοστῷ ,
17.130ἐκ θυμοῦ στέργοισα κασίγνητόν τε πόσιν τε .
ὧδε καὶ ἀθανάτων ἱερὸς γάμος ἐξετελέσθη ,
οὓς τέκετο κρείουσα Ῥέα βασιλῆας Ὀλύμπου ·
ἓν δὲ λέχος στόρνυσιν ἰαύειν Ζηνὶ καὶ Ἥρῃ
χεῖρας φοιβήσασα μύροις ἔτι παρθένος Ἶρις .
χαῖρε ἄναξ Πτολεμαῖε · σέθεν δʼ ἐγὼ ἶσα καὶ ἄλλων
17.136μνάσομαι ἡμιθέων , δοκέω δʼ ἔπος οὐκ ἀπόβλητον
φθέγξομαι ἐσσομένοις · ἀρετήν γε μὲν ἐκ Διὸς αἰτεῦ .
17.115
17.120
17.125
17.130
17.136
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 17.90 | Theoc. Id. 17.120 (English) | >>Theoc. Id. 18.1 |
![Powered by PhiloLogic](/philologic/philopowered.png)