Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 17.1 | Theoc. Id. 17.15 (English) | >>Theoc. Id. 17.45 |
17.5ἥρωες , τοὶ πρόσθεν ἀφʼ ἡμιθέων ἐγένοντο ,
ῥέξαντες καλὰ ἔργα σοφῶν ἐκύρησαν ἀοιδῶν ·
αὐτὰρ ἐγὼ Πτολεμαῖον ἐπιστάμενος καλὰ εἰπεῖν
ὑμνήσαιμʼ · ὕμνοι δὲ καὶ ἀθανάτων γέρας αὐτῶν .
Ἴδαν ἐς πολύδενδρον ἀνὴρ ὑλατόμος ἐλθὼν
17.10παπταίνει , παρεόντος ἄδην , πόθεν ἄρξεται ἔργου .
τί πρῶτον καταλέξω ; ἐπεὶ πάρα μυρία εἰπεῖν ,
οἷσι θεοὶ τὸν ἄριστον ἐτίμησαν βασιλήων .
Ἐκ πατέρων οἷος μὲν ἔην τελέσαι μέγα ἔργον
Λαγείδας Πτολεμαῖος , ὅτε φρεσὶν ἐγκατάθοιτο
17.15βουλάν , ἃν οὐκ ἄλλος ἀνὴρ οἷός τε νοῆσαι .
τῆνον καὶ μακάρεσσι πατὴρ ὁμότιμον ἔθηκεν
ἀθανάτοις , καί οἱ χρύσεος δόμος ἐν Διὸς οἴκῳ
δέδμηται · παρὰ δʼ αὐτὸν Ἀλέξανδρος φίλα εἰδὼς
ἑδριάει , Πέρσαισι βαρὺς θεὸς αἰολομίτρας .
17.20ἀντία δʼ Ἡρακλῆος ἕδρα κενταυροφόνοιο
ἵδρυται στερεοῖο τετυγμένα ἐξ ἀδάμαντος ·
ἔνθα σὺν ἄλλοισιν θαλίας ἔχει οὐρανίδαισι ,
χαίρων υἱωνῶν περιώσιον υἱωνοῖσιν ,
ὅττί σφεων Κρονίδης μελέων ἐξείλετο γῆρας ,
17.25ἀθάνατοι δὲ καλεῦνται ἑοὶ νέποδες γεγαῶτες .
ἄμφω γὰρ πρόγονός σφιν ὁ καρτερὸς Ἡρακλείδας ,
ἀμφότεροι δʼ ἀριθμεῦνται ἐς ἔσχατον Ἡρακλῆα .
τῷ καὶ ἐπεὶ δαίτηθεν ἴοι κεκορημένος ἤδη
νέκταρος εὐόδμοιο φίλας ἐς δῶμʼ ἀλόχοιο ,
17.30τῷ μὲν τόξον ἔδωκεν ὑπωλένιόν τε φαρέτραν ,
τῷ δὲ σιδάρειον σκύταλον κεχαραγμένον ὄζοις .
οἱ δʼ εἰς ἀμβρόσιον θάλαμον λευκοσφύρου Ἥβης
ὅπλα καὶ αὐτὸν ἄγουσι γενειήταν Διὸς υἱόν .
οἵα δʼ ἐν πινυταῖσι περικλειτὰ Βερενίκα
17.10
17.15
17.20
17.25
17.30
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 17.1 | Theoc. Id. 17.15 (English) | >>Theoc. Id. 17.45 |