Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 17.55 Theoc. Id. 17.85 (English) >>Theoc. Id. 17.115

17.75γεινόμενον τὰ πρῶτα· πολὺς δέ οἱ ὄλβος ὀπαδεῖ,
πολλᾶς δὲ κρατέει γαίας, πολλᾶς δὲ θαλάσσας.
μυρίαι ἄπειροί τε καὶ ἔθνεα μυρία φωτῶν
λήιον ἀλδήσκουσιν ὀφελλόμεναι Διὸς ὄμβρῳ·
ἀλλʼ οὔτις τόσα φύει, ὅσα χθαμαλὰ Αἴγυπτος,
17.80Νεῖλος ἀναβλύζων διερὰν ὅτε βώλακα θρύπτει.
οὐδέ τις ἄστεα τόσσα βροτῶν ἔχει ἔργα δαέντων.
τρεῖς μέν οἱ πολίων ἑκατοντάδες ἐνδέδμηνται,
τρεῖς δʼ ἄρα χιλιάδες τρισσαῖς ἐπὶ μυριάδεσσι,
δοιαὶ δὲ τριάδες, μετὰ δέ σφισιν ἐννεάδες τρεῖς·
17.85τῶν πάντων Πτολεμαῖος ἀγήνωρ ἐμβασιλεύει.
καὶ μὴν Φοινίκας ἀποτέμνεται Ἀρραβίας τε
καὶ Συρίας Λιβύας τε κελαινῶν τʼ Αἰθιοπήων.
Παμφύλοισί τε πᾶσι καὶ αἰχμηταῖς Κιλίκεσσι
σαμαίνει, Λυκίοις τε φιλοπτολέμοισί τε Καρσί,
17.90καὶ νάσοις Κυκλάδεσσιν, ἐπεί οἱ νᾶες ἄρισται
πόντον ἐπιπλώοντι, θάλασσα δὲ πᾶσα καὶ αἶα
καὶ ποταμοὶ κελάδοντες ἀνάσσονται Πτολεμαίῳ.
πολλοὶ δʼ ἱππῆες, πολλοὶ δέ μιν ἀσπιδιῶται.
χαλκῷ μαρμαίροντι σεσαγμένοι ἀμφαγέρονται.
17.95ὄλβῳ μὲν πάντάς κε καταβρίθοι βασιλῆας·
τόσσον ἐπʼ ἆμαρ ἕκαστον ἐς ἀφνεὸν ἔρχεται οἶκον
πάντοθε. λαοὶ δʼ ἔργα περιστέλλουσιν ἕκηλοι.
οὐ γάρ τις δηίων πολυκήτεα Νεῖλον ὑπερβὰς
πεζὸς ἐν ἀλλοτρίαισι βοὰν ἐστάσατο κώμαις,
17.100οὐδέ τις αἰγιαλόνδε θοᾶς ἐξάλατο ναὸς
θωρηχθεὶς ἐπὶ βουσὶν ἀνάρσιος Αἰγυπτίῃσι·
τοῖος ἀνὴρ πλατέεσσιν ἐνίδρυται πεδίοισι
ξανθοκόμας Πτολεμαῖος, ἐπιστάμενος δόρυ πάλλειν,
ἐπὶ πάγχυ μέλει πατρώια πάντα φυλάσσειν


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 17.55 Theoc. Id. 17.85 (English) >>Theoc. Id. 17.115

Powered by PhiloLogic