Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 17.65 Theoc. Id. 17.95 (English) >>Theoc. Id. 17.125

17.85τῶν πάντων Πτολεμαῖος ἀγήνωρ ἐμβασιλεύει.
καὶ μὴν Φοινίκας ἀποτέμνεται Ἀρραβίας τε
καὶ Συρίας Λιβύας τε κελαινῶν τʼ Αἰθιοπήων.
Παμφύλοισί τε πᾶσι καὶ αἰχμηταῖς Κιλίκεσσι
σαμαίνει, Λυκίοις τε φιλοπτολέμοισί τε Καρσί,
17.90καὶ νάσοις Κυκλάδεσσιν, ἐπεί οἱ νᾶες ἄρισται
πόντον ἐπιπλώοντι, θάλασσα δὲ πᾶσα καὶ αἶα
καὶ ποταμοὶ κελάδοντες ἀνάσσονται Πτολεμαίῳ.
πολλοὶ δʼ ἱππῆες, πολλοὶ δέ μιν ἀσπιδιῶται.
χαλκῷ μαρμαίροντι σεσαγμένοι ἀμφαγέρονται.
17.95ὄλβῳ μὲν πάντάς κε καταβρίθοι βασιλῆας·
τόσσον ἐπʼ ἆμαρ ἕκαστον ἐς ἀφνεὸν ἔρχεται οἶκον
πάντοθε. λαοὶ δʼ ἔργα περιστέλλουσιν ἕκηλοι.
οὐ γάρ τις δηίων πολυκήτεα Νεῖλον ὑπερβὰς
πεζὸς ἐν ἀλλοτρίαισι βοὰν ἐστάσατο κώμαις,
17.100οὐδέ τις αἰγιαλόνδε θοᾶς ἐξάλατο ναὸς
θωρηχθεὶς ἐπὶ βουσὶν ἀνάρσιος Αἰγυπτίῃσι·
τοῖος ἀνὴρ πλατέεσσιν ἐνίδρυται πεδίοισι
ξανθοκόμας Πτολεμαῖος, ἐπιστάμενος δόρυ πάλλειν,
ἐπὶ πάγχυ μέλει πατρώια πάντα φυλάσσειν
17.105οἷʼ ἀγαθῷ βασιλῆι, τὰ δὲ κτεατίζεται αὐτός.
οὐ μὰν ἀχρεῖός γε δόμῳ ἐνὶ πίονι χρυσὸς
μυρμάκων ἅτε πλοῦτος ἀεὶ κέχυται μογεόντων·
ἀλλὰ πολὺν μὲν ἔχοντι θεῶν ἐρικυδέες οἶκοι,
αἰὲν ἀπαρχομένοιο σὺν ἄλλοισιν γεράεσσι,
17.110πολλὸν δʼ ἰφθίμοισι δεδώρηται βασιλεῦσι,
πολλὸν δὲ πτολίεσσι, πολὺν δʼ ἀγαθοῖσιν ἑταίροις.
οὐδὲ Διωνύσου τις ἀνὴρ ἱεροὺς κατʼ ἀγῶνας
ἵκετʼ ἐπιστάμενος λιγυρὰν ἀναμέλψαι ἀοιδάν,
οὐ δωτίναν ἀντάξιον ὤπασε τέχνας.


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 17.65 Theoc. Id. 17.95 (English) >>Theoc. Id. 17.125

Powered by PhiloLogic