Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 18.1 Theoc. Id. 18.15 (English) >>Theoc. Id. 18.40

18.5ἁνίκα Τυνδαριδᾶν κατεδέξατο τὰν ἀγαπητὰν
μναστεύσας Ἑλέναν νεώτερος Ἀτρέος υἱός.
ἄειδον δʼ ἄρα πᾶσαι ἐς ἓν μέλος ἐγκροτέοισαι
ποσσὶ περιπλέκτοις, ὑπὸ δʼ ἴαχε δῶμʼ ὑμεναίῳ.
Οὕτω δὴ πρωιζὲ κατέδραθες φίλε γαμβρέ;
18.10 ῥά τις ἐσσὶ λίαν βαρυγούνατος; ῥα φίλυπνος;
ῥα πολύν τινʼ ἔπινες, ὅτʼ εἰς εὐνὰν κατεβάλλευ;
εὕδειν μὰν σπεύδοντα καθʼ ὥραν αὐτὸν ἐχρῆν τυ,
παῖδα δʼ ἐᾶν σὺν παισὶ φιλοστόργῳ παρὰ ματρὶ
παίσδειν ἐς βαθὺν ὄρθρον, ἐπεὶ καὶ ἔνας καὶ ἐς ἀῶ
18.15κεἰς ἔτος ἐξ ἔτεος Μενέλαε τεὰ νυὸς ἅδε.
ὄλβιε γάμβρʼ, ἀγαθός τις ἐπέπταρεν ἐρχομένῳ τοι
ἐς Σπάρταν, ἅπερ ὧλλοι ἀριστέες, ὡς ἀνύσαιο.
μοῦνος ἐν ἡμιθέοις Κρονίδαν Δία πενθερὸν ἑξεῖς.
Ζανός τοι θυγάτηρ ὑπὸ τὰν μίαν ἵκετο χλαῖναν,
18.20οἵα Ἀχαιιάδων γαῖαν πατεῖ οὐδὲ μίʼ ἄλλα.
μέγα κέν τι τέκοιτʼ, εἰ ματέρι τίκτοι ὁμοῖον.
ἄμμες δʼ αἱ πᾶσαι συνομάλικες, αἷς δρόμος ωὑτός
χρισαμέναις ἀνδριστὶ παρʼ Εὐρώταο λοετροῖς,
τετράκις ἑξήκοντα κόραι, θῆλυς νεολαία,
18.25τᾶν οὐδέν τις ἄμωμος, ἐπεί χʼ Ἑλένᾳ παρισωθῇ.
Ἀὼς ἀντέλλοισα καλὸν διέφανε πρόσωπον,
πότνια νὺξ τό τε λευκὸν ἔαρ χειμῶνος ἀνέντος·
ὧδε καὶ χρυσέα Ἑλένα διαφαίνετʼ ἐν ἁμῖν.
πιείρᾳ μέγα λᾷον ἀνέδραμε κόσμος ἀρούρᾳ


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 18.1 Theoc. Id. 18.15 (English) >>Theoc. Id. 18.40

Powered by PhiloLogic