Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 18.1 Theoc. Id. 18.35 (English) >>Theoc. Id. 18.55

18.25τᾶν οὐδέν τις ἄμωμος, ἐπεί χʼ Ἑλένᾳ παρισωθῇ.
Ἀὼς ἀντέλλοισα καλὸν διέφανε πρόσωπον,
πότνια νὺξ τό τε λευκὸν ἔαρ χειμῶνος ἀνέντος·
ὧδε καὶ χρυσέα Ἑλένα διαφαίνετʼ ἐν ἁμῖν.
πιείρᾳ μέγα λᾷον ἀνέδραμε κόσμος ἀρούρᾳ
18.30 κάπῳ κυπάρισσος ἅρματι Θεσσαλὸς ἵππος·
ὧδε καὶ ῥοδόχρως Ἑλένα Λακεδαίμονι κόσμος.
οὔτέ τις ἐκ ταλάρω πανίσδεται ἔργα τοιαῦτα,
οὔτʼ ἐνὶ δαιδαλέῳ πυκινώτερον ἄτριον ἱστῷ
κερκίδι συμπλέξασα μακρῶν ἔταμʼ ἐκ κελεόντων.
18.35οὐ μὰν οὐδὲ λύραν τις ἐπίσταται ὧδε κροτῆσαι
Ἄρτεμιν ἀείδοισα καὶ εὐρύστερνον Ἀθάναν,
ὡς Ἑλένα, τᾶς πάντες ἐπʼ ὄμμασιν ἵμεροι ἐντί.
καλὰ χαρίεσσα κόρα, τὺ μὲν οἰκέτις ἤδη,
ἄμμες δʼ ἐς δρόμον ἦρι καὶ ἐς λειμώνια φύλλα
18.40ἑρψοῦμες στεφάνως δρεψούμεναι ἁδὺ πνέοντας,
πολλὰ τεοῦς Ἑλένα μεμναμέναι ὡς γαλαθηναὶ
ἄρνες γειναμένας ὄιος μαστὸν ποθέοισαι.
πρᾶταί τοι στέφανον λωτῶ χαμαὶ αὐξομένοιο
πλέξασαι σκιερὰν καταθήσομεν ἐς πλατάνιστον,
18.45πρᾶται δʼ ἀργυρέας ἐξ ὄλπιδος ὑγρὸν ἄλειφαρ
λαζύμεναι σταξεῦμες ὑπὸ σκιερὰν πλατάνιστον·
γράμματα δʼ ἐν φλοιῷ γεγράψεται, (ὡς παριών τις
ἀννείμῃ,) Δωριστί· σέβου μʼ· Ἑλένας φυτὸν εἰμί.
Χαίροις νύμφα, χαίροις εὐπένθερε γαμβρέ.
18.50Λατὼ μὲν δοίη, Λατὼ κουροτρόφος ὔμμιν
εὐτεκνίαν, Κύπρις δέ, θεὰ Κύπρις ἶσον ἔρασθαι
ἀλλάλων, Ζεὺς δέ, Κρονίδας Ζεὺς ἄφθιτον ὄλβον,
ὡς ἐξ εὐπατριδᾶν εἰς εὐπατρίδας πάλιν ἔνθῃ.
εὕδετʼ ἐς ἀλλάλων στέρνον φιλότητα πνέοντες


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 18.1 Theoc. Id. 18.35 (English) >>Theoc. Id. 18.55

Powered by PhiloLogic