Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 1.140 Theoc. Id. 2.1 (English) >>Theoc. Id. 2.35

Φαρμακεύτριαι 2.1 Πᾷ μοι ταὶ δάφναι; φέρε Θεστυλί· πᾷ δὲ τὰ φίλτρα;
στέψον τὰν κελέβαν φοινικέῳ οἰὸς ἀώτῳ,
ὡς τὸν ἐμὸν βαρὺν εὖντα φίλον καταθύσομαι ἄνδρα,
ὅς μοι δωδεκαταῖος ἀφʼ τάλας οὐδέποθʼ ἵκει,
2.5οὐδʼ ἔγνω πότερον τεθνάκαμες ζοοὶ εἰμές.
οὐδὲ θύρας ἄραξεν ἀνάρσιος. ῥά οἱ ἀλλᾷ
ᾤχετʼ ἔχων τʼ Ἔρως ταχινὰς φρένας τʼ Ἀφροδίτα;
βασεῦμαι ποτὶ τὰν Τιμαγήτοιο παλαίστραν
αὔριον, ὥς νιν ἴδω, καὶ μέμψομαι οἷά με ποιεῖ.
2.10νῦν δέ νιν ἐκ θυέων καταθύσομαι. ἀλλὰ Σελάνα,
φαῖνε καλόν· τὶν γὰρ ποταείσομαι ἅσυχα, δαῖμον,
τᾷ χθονίᾳ θʼ Ἑκάτᾳ, τὰν καὶ σκύλακες τρομέοντι
ἐρχομέναν νεκύων ἀνά τʼ ἠρία καὶ μέλαν αἷμα.
χαῖρʼ Ἑκάτα δασπλῆτι, καὶ ἐς τέλος ἄμμιν ὀπάδει.
2.15φάρμακα ταῦτʼ ἔρδοισα χερείονα μήτέ τι Κίρκης
μήτέ τι Μηδείας μήτε ξανθᾶς Περιμήδας.
Ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
ἄλφιτά τοι πρᾶτον πυρὶ τάκεται· ἀλλʼ ἐπίπασσε
Θεστυλί. δειλαία, πᾷ τὰς φρένας ἐκπεπότασαι;
2.20 ῥά γέ θηνμυσαρὰ καὶ τὶν ἐπίχαρμα τέτυγμαι;
πάσσʼ ἅμα καὶ λέγε ταῦτα· τὰ Δέλφιδος ὀστία πάσσω.
ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
Δέλφις ἔμʼ ἀνίασεν· ἐγὼ δʼ ἐπὶ Δέλφιδι δάφναν
αἴθω· χὡς αὕτα λακεῖ μέγα καππυρίσασα


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 1.140 Theoc. Id. 2.1 (English) >>Theoc. Id. 2.35

Powered by PhiloLogic