Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 2.80 Theoc. Id. 2.106 (English) >>Theoc. Id. 2.132

2.94χοὔτω τᾷ δούλᾳ τὸν ἀλαθέα μῦθον ἔλεξα·
εἰ δʼ ἄγε Θεστυλί μοι χαλεπᾶς νόσω εὑρέ τι μῆχος.
πᾶσαν ἔχει με τάλαιναν Μύνδιος· ἀλλὰ μολοῖσα
τήρησον ποτὶ τὰν Τιμαγήτοιο παλαίστραν·
τηνεῖ γὰρ φοιτῇ, τηνεῖ δέ οἱ ἁδὺ καθῆσθαι.
φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
2.100κἠπεί κά νιν ἐόντα μάθῃς μόνον, ἅσυχα νεῦσον,
κεἴφʼ ὅτι Σιμαίθα τυ καλεῖ, καὶ ὑφαγέο τᾷδε.
ὣς ἐφάμαν· δʼ ἦνθε καὶ ἄγαγε τὸν λιπαρόχρων
εἰς ἐμὰ δώματα Δέλφιν· ἐγὼ δέ νιν ὡς ἐνόησα
ἄρτι θύρας ὑπὲρ οὐδὸν ἀμειβόμενον ποδὶ κούφῳ--
φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα--
2.106πᾶσα μὲν ἐψύχθην χιόνος πλέον, ἐν δὲ μετώπῳ
ἱδρώς μευ κοχύδεσκεν ἴσον νοτίαισιν ἐέρσαις,
οὐδέ τι φωνᾶσαι δυνάμαν, οὐδʼ ὅσσον ἐν ὕπνῳ
κνυζεῦνται φωνεῦντα φίλαν ποτὶ ματέρα τέκνα·
2.110ἀλλʼ ἐπάγην δαγῦδι καλὸν χρόα πάντοθεν ἴσα.
φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
καί μʼ ἐσιδὼν ὥστοργος, ἐπὶ χθονὸς ὄμματα πήξας
ἕξετʼ ἐπὶ κλιντῆρι καὶ ἑζόμενος φάτο μῦθον·
ῥά με Σιμαίθα τόσον ἔφθασας, ὅσσον ἐγώ θην
πρᾶν ποκα τὸν χαρίεντα τρέχων ἔφθασσα Φιλῖνον,
2.116ἐς τὸ τεὸν καλέσασα τόδε στέγος με παρῆμεν.
φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
ἦνθον γάρ κεν ἐγώ, ναὶ τὸν γλυκὺν ἦνθον Ἔρωτα,
τρίτος ἠὲ τέταρτος ἐὼν φίλος αὐτίκα νυκτός,


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 2.80 Theoc. Id. 2.106 (English) >>Theoc. Id. 2.132

Powered by PhiloLogic